[ ]
Thrace — Byzantion (Istanbul) — 447 AD — SEG 44.580 — BE (1995) 720; (1998) 635 (Feissel)
☩ ☩ [☩] | |
Θευδοσίου τόδε τεῖχος ἀγακλήεντ̣[ι σκήπτρῳ] | |
ἀμφότερον λάεσσι κεκασμένον ἄλκαρ ἀ[έρθη] | |
ὑψηλόν· τὸ μὲν ἔνδον ἐπὶ προτέρων ἐνι̣[αυτῶν] | |
ἐννάετες μογέων ἀνστήσατο καρτερὸ[ς ἥρως] | |
5 | εἰσέτι κουρίζων, κτεῖνεν δ’ ἔπι βάρβαρα φ̣[ῦλα]· |
αὐτὰρ ὁ δεύτερον αὖθις, ὃ δὴ πέρι θαῦμ’ ἐτ[έτυκτο], | |
ἑξήκοντα δρόμοισι κύκλον τόσον ἤρα̣[το τείχους]· | |
τοῦ γὰρ ἐφημοσύνῃσιν ἐδίματο Κωνσ̣[ταντῖνος] | |
ἔξοχος ἀντολίης ὁπότ’ ἔλλαχεν ἡνία [γαίης]. | |
10 | ❦ ❦ [❦] |