[ ] Thrace — Byzantion (Istanbul) — 447 AD — SEG 44.580 — BE (1995) 720; (1998) 635 (Feissel)
 ☩             ☩              [☩]
Θευδοσίου τόδε τεῖχος ἀγακλήεντ̣[ι σκήπτρῳ]
ἀμφότερον λάεσσι κεκασμένον ἄλκαρ ἀ[έρθη]
ὑψηλόν· τὸ μὲν ἔνδον ἐπὶ προτέρων ἐνι̣[αυτῶν]
ἐννάετες μογέων ἀνστήσατο καρτερὸ[ς ἥρως]
5 εἰσέτι κουρίζων, κτεῖνεν δ’ ἔπι βάρβαρα φ̣[ῦλα]·
αὐτὰρ ὁ δεύτερον αὖθις, ὃ δὴ πέρι θαῦμ’ ἐτ[έτυκτο],
ἑξήκοντα δρόμοισι κύκλον τόσον ἤρα̣[το τείχους]·
τοῦ γὰρ ἐφημοσύνῃσιν ἐδίματο Κωνσ̣[ταντῖνος]
ἔξοχος ἀντολίης ὁπότ’ ἔλλαχεν ἡνία [γαίης].
10  ❦             ❦              [❦]
Search Help
Contact Us