[ ]
Thrace — Byzantion (Istanbul) — 447 AD — EA 23 (1994) 145-156 — EA 25 (1995) 107-154
☩ ☩ [☩] | |
Θευδοσίου τόδε τεῖχος ἀγακλῆέν τ̣[ε πρόφραγμα {²⁷πρόβλημα}²⁷], | |
ἀμφότερον λάεσσι κεκασμένον, ἄλκαρ Ἄ[ρηος]· | |
ὑψηλὸν τὸ μὲν ἔνδον ἐπὶ προτέρων ἐνι̣[αυτῶν] | |
ἐννάετες μογέων ἀνστήσατο καρτερὸ[ς ἀνήρ], | |
5 | εἰσέτι κουρίζων· κτεῖνεν δ’ ἐπὶ βάρβαρα φ̣[ῦλα] |
αὐτὰρ ὁ δεύτερον αὖθις —— ὃ δὴ πέρι θαῦμ’ ἔτ[ι μεῖζον] —— | |
ἑξήκοντα δρόμοισι κύκλον τόσον ἥρμ̣[οσεν ἔξω]· | |
τοῦ γὰρ ἐφημοσύνῃσιν ἐδίματο Κωνσ̣[ταντῖνος], | |
ἔξοχος, ἀντολίης ὁπότ’ ἔλλαχεν ἡνία [πάσης]. | |
10 | ❦ ❦ [❦] |