[ ] Thrace — Byzantion (Istanbul) — 447 AD — EA 23 (1994) 145-156 — EA 25 (1995) 107-154
 ☩             ☩              [☩]
Θευδοσίου τόδε τεῖχος ἀγακλῆέν τ̣[ε πρόφραγμα {²⁷πρόβλημα}²⁷],
ἀμφότερον λάεσσι κεκασμένον, ἄλκαρ Ἄ[ρηος]·
ὑψηλὸν τὸ μὲν ἔνδον ἐπὶ προτέρων ἐνι̣[αυτῶν]
ἐννάετες μογέων ἀνστήσατο καρτερὸ[ς ἀνήρ],
5 εἰσέτι κουρίζων· κτεῖνεν δ’ ἐπὶ βάρβαρα φ̣[ῦλα]
αὐτὰρ ὁ δεύτερον αὖθις —— ὃ δὴ πέρι θαῦμ’ ἔτ[ι μεῖζον] ——
ἑξήκοντα δρόμοισι κύκλον τόσον ἥρμ̣[οσεν ἔξω]·
τοῦ γὰρ ἐφημοσύνῃσιν ἐδίματο Κωνσ̣[ταντῖνος],
ἔξοχος, ἀντολίης ὁπότ’ ἔλλαχεν ἡνία [πάσης].
10  ❦             ❦              [❦]
Search Help
Contact Us