[ ] Att. — stoich. 44 — c. 235/4
1                        θεοί.
ἐπὶ Λυσανίου ἄρχοντος ἐπὶ τῆς Αἰαντίδος ἑνδεκάτης π-
ρυτανείας, ἧι Εὔμηλος Ἐμπεδίωνος Εὐωνυμεὺς ἐγραμμά-
τευεν· Θαργηλιῶνος τετράδι ἐπὶ δέκα, τετάρτηι καὶ δε%⁸⁰-
5 κάτηι τῆς πρυτανείας· ἐκκλησία· τῶν προέδρων ἐπεψήφι-
ζεν v Εὐκταῖος Εὐκτήμονος Πτελεάσιος καὶ συμπρόεδρ-
οι· v ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Δημοφάνης Ἐπιζήλου Ἁλαιεὺς εἶπεν· v ὑπὲρ ὧν ἀπαγγέλλ-
[ο]υσιν οἱ πρυτάνεις τῆς Πανδιονίδος ὑπὲρ τῶν θυσιῶν ὧ-
10 [ν] ἔθυον τὰ πρὸ τῶν ἐκκλησιῶν τῶι τε Ἀπόλλωνι τῶι Προστ-
[ατ]ηρίωι καὶ τῆι Ἀρτέμιδι τῆι Βουλαίαι καὶ τοῖς ἄλλοις  (45)
[θε]οῖς οἷς πάτριον ἦν, v ἔθυσαν δὲ καὶ τοῖς Σωτῆρσιν ἐν τ-
[αῖ]ς καθηκούσαις ἡμέραις καλῶς καὶ φιλοτίμως· v ἀγαθεῖ   (45)
[τύ]χει δεδόχθαι τῶι δήμωι, v τὰ μὲν ἀγαθὰ δέχεσθαι τὰ γε-
15 [γο]νότα ἐν τοῖς ἱεροῖς οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτηρ[ίαι]
[τῆ]ς βουλῆς καὶ τοῦ δήμου 〚— — — — — — — — — — — — — — — —〛
〚— — — — — — — — — — — — — — — — — — —〛 ἐπειδὴ δὲ οἱ π[ρυ]-
τάνεις τῆς Πανδιονίδος τάς τε θυσίας ἔθυσαν ἁπάσα[ς ὅ]-
σαι καθῆκον ἐν τῆι πρυτανείαι καλῶς καὶ φιλοτίμως, [ἐπι]-
20 [μ]εμέληνται δὲ καὶ τῆς συλλογῆς τῆς τε βουλῆς καὶ το[ῦ δή]-
[μ]ου καὶ τῶν ἄλλων ὧν αὐτοῖς προσέταττον οἵ τε νόμο[ι καὶ τ]-
ὰ ψηφίσματα τῆς βουλῆς καὶ τοῦ δήμου· v ἐπαινέσαι [τοὺς πρ]-
υτάνεις τῆς Πανδιονίδος καὶ στεφανῶσαι χρυσῶ[ι στεφάν]-
ωι κατὰ τὸν νόμον εὐσεβείας ἕνεκα τῆς πρὸς το[ὺς θεοὺς κ]-
25 αὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμο[ν τὸν Ἀθην]-
[αίων. ἀνα]γρ[άψ]αι δὲ τόδε τὸ ψήφισμα τὸν γραμμ[ατέα τὸν κ]-
[ατὰ πρυτανεί]αν ἐν στήλει λιθίνει [καὶ στῆσαι ἐν τῶι πρυτ]-
[ανικῶι, εἰς δὲ τὴ]ν ἀναγραφὴν τῆς [στήλης — — — — — — — —]
Search Help
Contact Us