| 1 | ἐπὶ Λυ[σ]ανίου ἄρχοντος ἐπὶ τῆς Οἰνεῖδος ὀγδό- |
| ης πρυτανείας, ἧι Εὔμηλος Ἐμπεδίωνος Εὐωνυ- | |
| μεὺς ἐγραμμάτευεν· Ἀνθεστηριῶνος ὀγδόει ἐ- | |
| πὶ δέκα, ὀγδόηι καὶ δεκάτηι τῆς πρυτανείας· ἐκ- | |
| 5 | κλησία κυρία· τῶν προέδρων ἐπεψήφιζεν Εὐφρό- |
| νιος Κλεεμπόρου Αἰξωνεὺς καὶ συμπρόεδροι· vac. | |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· | |
| Θεόφιλος Φιλοθέου Λαμπτρεὺς εἶπεν· ἐπειδὴ vv | |
| Ἀντίδωρος λαχὼν ἱερεὺς τῆς Καλλίστης τὸν ἐνι- | |
| 10 | αυτὸν τὸν ἐπ’ Ἐκφάντου v τάς τε θυσίας πάσας ἔθυ- |
| σεν τὰς γινομένας ἐν τῶι ἐνιαυτῶι ὑπὲρ τῆς βου- | |
| λῆς καὶ τοῦ δήμου καλῶς καὶ φιλοτίμως, v ἀνέθη- | |
| κεν δὲ καὶ βωμὸν λίθινον ἐκ τῶν ἰδίων, ἀπενήνο- | |
| χεν δὲ καὶ λόγους περὶ πάντων ὧν ὠικονόμηκεν | |
| 15 | ἐν τῶι ἐνιαυτῶι ἀκολούθως τοῖς νόμοις· v ὅπως |
| ἂν οὖν καὶ ἡ βουλὴ καὶ ὁ δῆμος φαίνωνται χάριν | |
| ἀποδιδόντες τοῖς φιλοτιμουμένοις εἰς τὸ ἱε- | |
| ρόν· v ἀγαθεῖ τύχει, δεδόχθαι τῆι βουλῆι τοὺς v | |
| προέδρους οἵτινες ἂν λάχωσιν προεδρεύειν εἰς | |
| 20 | τὴ[ν] ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τού- |
| των, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν | |
| δῆμον ὅτι δοκεῖ τῆι βουλῆι ἐπαινέσαι Ἀντίδωρον | |
| Ἀντιδώρου Περγασῆθεν καὶ στεφανῶσαι θαλλοῦ | |
| στεφάνωι εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς | |
| 25 | καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον· |
| ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν | |
| κατὰ πρυτανείαν ἐν στήλει λιθίνηι καὶ στῆσαι ἐν | |
| τῶι ἱερῶι τῆς Καλλίστης· v εἰς δὲ τὴν ἀναγραφὴν v | |
| τῆς στήλης καὶ τὴν ποίησιν μερίσαι τὸν ἐπὶ τῆι δι- | |
| 30 | οικήσει τὸ γενόμενον ἀνάλωμα. |
| col. I.30a | in corona: |
| 31 | ἡ βουλὴ |
| Ἀντίδωρον | |
| Περγασῆθεν | |
| col. II.30a | in corona: |
| 31 | ὁ δῆμος |
| Ἀντίδωρον | |
| Περγασῆθεν |
IG II²
788