| 1 | ἐπὶ Χαρικλέους ἄρχοντος ἐ[πὶ τῆς Ἐρε]- |
| χθεῖδος ἕκτης πρυτανεία[ς, εἷ — — — — —] | |
| Εὐαινέτου Ῥαμνούσιος ἐγρ[αμμάτευεν]· | |
| Ποσιδεῶνος ἐμβολίμου ἑν[δεκάτει, ἐνά]- | |
| 5 | τει καὶ εἰκοστεῖ τῆς πρυτα[νείας· ἐκκλη]- |
| σία ἐμ Πειραιεῖ· τῶν προέδρ[ων ἐπεψήφι]- | |
| ζεν Ταυρίδας Δίωνος Ἀραφή[νιος καὶ συμ]- | |
| πρόεδροι· vv ἔδοξεν τεῖ βου[λεῖ καὶ τῶι δή]- | |
| μωι· vvv Λαμπρίας Λαμπρίο[υ Θοραιεὺς] | |
| 10 | εἶπεν· ἐπειδὴ Ἀριστοκρέω[ν εὔνους ὢν δι]- |
| ατελεῖ τῶι δήμωι καὶ χρεία[ς παρεχόμενος] | |
| τοῖς ἀφικνουμένοις τῶν [πολιτῶν εἰς Ἀν]- | |
| τιόχειαν, παραγεγονὼς δὲ [καὶ εἰς τὴν πό]- | |
| λιν ἐπὶ σχολὴν τὴν ἀναστ[ροφὴν εὐσχημό]- | |
| 15 | νως πεπόηται, ἐπαγγέλλετα[ι δὲ καὶ εἰς τὸ λοι]- |
| πὸν κατὰ τὴν ἑαυτοῦ δύναμ[ιν ἀεί τινος ἀγα]- | |
| θοῦ παραίτιος ἔσεσθαι καὶ ἰδ[ίαι τοῖς ἀφικνου]- | |
| μένοις καὶ κοινεῖ τῶι δήμ[ωι· περὶ ὧν καὶ ἀπομε]- | |
| μαρτυρήκασιν αὐτῶι πλε[ίους τῶν θεωρῶν] | |
| 20 | καὶ τῶν σπονδοφόρων· ὅπως [ἂν οὖν ἡ βουλὴ] |
| καὶ ὁ δῆμος φαίνηται τιμῶ[ν τοὺς εὐεργέ]- | |
| τας καὶ χάριτας ἀξίας ἀποδ[ιδούς· ἀγαθεῖ τύ]- | |
| [χ]ει δεδόχθαι τεῖ βουλεῖ το[ὺς λαχόντας προ]- | |
| [έδρ]ους εἰς τὴν ἐπιοῦσαν ἐ[κκλησίαν χρημα]- | |
| 25 | [τίσαι περὶ] τούτω[ν, γ]νώμη[ν δὲ ξυμβάλλεσθαι κτλ.] |
IG II²
785