IG II² 785
[ ] Att. — non-stoich. — c. 239/8
1 ἐπὶ Χαρικλέους ἄρχοντος ἐ[πὶ τῆς Ἐρε]-
χθεῖδος ἕκτης πρυτανεία[ς, εἷ — — — — —]
Εὐαινέτου Ῥαμνούσιος ἐγρ[αμμάτευεν]·
Ποσιδεῶνος ἐμβολίμου ἑν[δεκάτει, ἐνά]-
5 τει καὶ εἰκοστεῖ τῆς πρυτα[νείας· ἐκκλη]-
σία ἐμ Πειραιεῖ· τῶν προέδρ[ων ἐπεψήφι]-
ζεν Ταυρίδας Δίωνος Ἀραφή[νιος καὶ συμ]-
πρόεδροι· vv ἔδοξεν τεῖ βου[λεῖ καὶ τῶι δή]-
μωι· vvv Λαμπρίας Λαμπρίο[υ Θοραιεὺς]
10 εἶπεν· ἐπειδὴ Ἀριστοκρέω[ν εὔνους ὢν δι]-
ατελεῖ τῶι δήμωι καὶ χρεία[ς παρεχόμενος]
τοῖς ἀφικνουμένοις τῶν [πολιτῶν εἰς Ἀν]-
τιόχειαν, παραγεγονὼς δὲ [καὶ εἰς τὴν πό]-
λιν ἐπὶ σχολὴν τὴν ἀναστ[ροφὴν εὐσχημό]-
15 νως πεπόηται, ἐπαγγέλλετα[ι δὲ καὶ εἰς τὸ λοι]-
πὸν κατὰ τὴν ἑαυτοῦ δύναμ[ιν ἀεί τινος ἀγα]-
θοῦ παραίτιος ἔσεσθαι καὶ ἰδ[ίαι τοῖς ἀφικνου]-
μένοις καὶ κοινεῖ τῶι δήμ[ωι· περὶ ὧν καὶ ἀπομε]-
μαρτυρήκασιν αὐτῶι πλε[ίους τῶν θεωρῶν]
20 καὶ τῶν σπονδοφόρων· ὅπως [ἂν οὖν ἡ βουλὴ]
καὶ ὁ δῆμος φαίνηται τιμῶ[ν τοὺς εὐεργέ]-
τας καὶ χάριτας ἀξίας ἀποδ[ιδούς· ἀγαθεῖ τύ]-
[χ]ει δεδόχθαι τεῖ βουλεῖ το[ὺς λαχόντας προ]-
[έδρ]ους εἰς τὴν ἐπιοῦσαν ἐ[κκλησίαν χρημα]-
25 [τίσαι περὶ] τούτω[ν, γ]νώμη[ν δὲ ξυμβάλλεσθαι κτλ.]
Search Help