[ ] Att. — non-stoich. — c. 246/5 — IG II² 780 Add. (pt. 1.2 p. 667)
1 Μοῦσ[αι].
ἐπὶ Καλλιμήδου ἄρχοντος ἐπὶ τῆς Αἰαντίδος ἐνάτης πρυτανεία[ς, ἧι Καλ]-
λίας Καλλιάδου Πλωθεὺς ἐγραμμάτευεν· Ἐλαφηβολιῶνος δεκάτηι [ὑστέρα]-
ι, ἐνάτηι καὶ εἰκοστῆι τῆς πρυτανείας· ἐκκλησία ἐν Διονύσου· [τῶν προέ]-
5 δρων ἐπεψήφιζεν v Χαρίας Ἡνιόχου Πήληξ v καὶ συμπρόεδροι· v [ἔδοξεν]
τῶι δήμωι· v Νεοπτόλεμος Φιλέου Δειραδιώτης εἶπεν· περὶ ὧν ἀ[παγγέλλ]-
ει ὁ ἀγωνοθέτης ὑπὲρ τῶν θυσιῶν ἃς ἔθυσεν τῶι τε Διονύσωι κ[αὶ τοῖς ἄλ]-
λοις θεοῖς οἷς πάτριον ἦν, v ἀγαθῆι τύχηι δεδόχθαι τῶι δήμω[ι, τὰ μὲν ἀ]-
γαθὰ δέχεσθαι τὰ γεγονότα ἐν τοῖς ἱεροῖς οἷς ἔθυεν ἐφ’ ὑγιε[ίαι καὶ σω]-
10 τηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων καὶ παίδων κα[ὶ γυναικῶ]-
ν [καὶ ὑπὲρ τοῦ βασιλέως Ἀντιγόνου — — — — — — —]
․․6․․․ς· v ἐπειδὴ δὲ ὁ ἀγωνοθέτης περὶ πλείστου ποιούμεν[ος τὴν πρ]-
ὸς τοὺς θεοὺς εὐσέβειαν καὶ ἀποδεικνύμενος [τ]ὴν εὔνοιαν [καὶ φιλοτι]-
μίαν ἣν ἔχει πρὸς τὸν δῆμον τὸν Ἀθηναίων τάς τε θυσίας πά[σας ἔθυσεν τ]-
15 ὰς πατρίους ἐν τοῖς καθήκουσιν χρόνοις καλῶς καὶ εὐσεβῶ[ς, ἐπετέλεσε]-
ν δὲ καὶ τοὺς προάγωνας τοὺς ἐν τοῖς ἱεροῖς κατὰ τὰ πάτρια, [ἐπεμελήθ]-
η δὲ καὶ τῶν ἀγώνων τῶν τε Διονυσιακῶν καὶ τῶν ἄλλων καλῶς [καὶ φιλοτί]-
[μ]ως v ἐπαινέσαι τὸν ἀγωνοθέτην v Ἀγαθαῖον Αὐτοκλέους [Προσπάλτιον]
[ε]ὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς καὶ φιλοτιμίας τῆς [εἰς τὴν βουλ]-
20 ὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων· v εἶναι δὲ αὐτῶι [δό]ντι τὰς ε[ὐθύνας τῆς ἐ]-
πιμελείας κατὰ τὸν νόμον εὑρέσθαι παρὰ τοῦ δήμου ἀγαθ[ὸν ὅτου ἂν δοκ]-
εῖ ἄξιος εἶναι. v ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γρ[αμματέα τὸν κατὰ]
πρυτανείαν ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι [τεμένει τοῦ Διονύσο]-
υ, εἰς δὲ τὴν ποίησιν καὶ τὴν ἀνάθεσιν τῆς στή[λης μερίσαι τὸν ἐπὶ τῆι δ]-
25 ιοικ[ή]σει τὸ γενόμενον ἀνάλωμα.  vacat
25a                  vacat 0.12
26 ἐπὶ Θερσιλόχου ἄρχοντος ἐπὶ τῆς [․․․․11․․․․․ ἐνάτης πρυτανείας, ἧι Δ]-
ιόδοτος Διογνήτου Φρεάρριος ἐγραμμ[άτευεν· Ἐλαφηβολιῶνος δεκάτηι]
ὑστέραι, τετάρτηι καὶ εἰκοστῆι τ[ῆς πρυτανείας· ἐκκλησία ἐν Διονύσου]·
τῶν προέδρων ἐπεψήφιζεν· v Χα[․․․․10․․․․ου Ὀῆθεν καὶ συμπρόεδροι]·
30 ἔδοξεν τῶι δήμωι· v Διονύσι[ος ․․․․․c.15․․․․․․ εἶπεν· ἐπειδὴ Ἀγαθαῖ]-
ος εἴς τε τὰς λοιπὰς ἐπιμ[ελείας εἰς ἃς ἡ βουλὴ ἢ ὁ δῆμος αὐτὸν ἐχειρ]-
οτόνησεν ἁπάσας ὑπα[κού․․․․․․․․․c.22․․․․․․․․․ ἀξίως τῆς τοῦ δήμ]-
ου χειροτονίας — — — — — — — — — — — — — — — — — — — —
ος γινόμεν[ος — — — — — — — — — — — — — — — — — — — —]
35 ἀγωνο[θέτης — — — — — — — — — — — — — — — — — — — — —]
ο — — — — — — — — — — — — — — — — — — — — — — — — — —
Search Help