1 | [— — — ἀγαθῆι τύχει δεδόχθαι τῆ]ι [βουλῆι] |
[τοὺς προέδρους οἳ ἂν λάχωσιν] προεδρεύε[ιν] | |
[εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρη]ματίσαι περ[ὶ] | |
[τούτων, γνώμην δὲ ξυμβάλλεσθ]αι τῆς βουλῆς | |
5 | [εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βο]υλεῖ, τὰ μ[ὲ]ν ἀγα- |
[θὰ δέχεσθαι ἅ φησιν ἡ ἱέρεια γε]γονέ[να]ι ἐν τοῖς | |
[ἱεροῖς οἷς ἔθυσεν ἐφ’ ὑγιείαι καὶ σ]ωτηρίαι τῆς βου- | |
[λῆς καὶ τοῦ δήμου καὶ παίδω]ν καὶ γυναικῶν | |
[καὶ τοῦ βασιλέως Ἀντιγόνου κ]αὶ τῆς βασιλίσ<σ>ης | |
10 | [Φίλας καὶ τῶν ἐγγόνων αὐτῶν]· ἐπειδὴ δὲ [ἡ] ἱέρει- |
[α τῆς Πολιάδος ἐπεμελήθη καλ]ῶς καὶ φιλοτίμ- | |
[ως τῆς τε κοσμήσεως τῆς τρ]απέζης κατὰ τὰ | |
[πάτρια καὶ τῶν ἄλλων ὧν προσ]έτ〚τ〛αττον {²⁶προσέταττον}²⁶ οἵ τ[ε] | |
[νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμο]υ, διατελε[ῖ] | |
15 | [δὲ ἐν παντὶ] καιρῶι φιλο[τιμουμέ]νη περὶ [τ]- |
[ὴν θε]ὸν καὶ ἐ[π’ Ἀ]λκιβιάδου ἄ[ρχοντος] ἀνέθη- | |
[κεν] ἐκ τῶν ἰδί[ω]ν Θήραιον κα[ὶ ․․c.8․․․]ιστ․․ | |
․․ον καὶ τρίχαπτα, ἐμέρισεν [δὲ καὶ τοῖς Πραξι]- | |
[ερ]γίδαις εἰς τ[ὴ]ν θυσίαν τὴν π[άτριον ἐκ τῶν] | |
20 | [ἰ]δίων ἑκατὸν [δρ]αχμάς· ὅπως ἂ[ν οὖν καὶ ὁ δῆμος] |
φαίνηται τιμ[ῶν] τοὺς περὶ πλε[ίστου ποιουμένο]- | |
υς τὴν εἰς το[ὺς] θεοὺς εὐσέβ[ειαν, ἐπαινέσαι] | |
τὴν ἱέρειαν [τῆς] Ἀθηνᾶς τῆς [Πολιάδος Λυσιστρά?]- | |
την Πολυε[ύκτου] Βατῆθεν θ[υγατέρα καὶ στε]- | |
25 | φανῶσαι θα[λλοῦ] στεφάνω[ι εὐσεβείας ἕνεκα] |
τῆς εἰς τὴν [θεόν· ἐ]παινέ[σαι δὲ καὶ τὸν ἄνδρα αὐτ]- | |
ῆς Ἀρχέστρα[τον Ε]ὐθυκρ[άτους Ἀμφιτροπῆθεν] | |
καὶ στεφανῶ[σαι αὐ]τὸ[ν θαλλοῦ στεφάνωι] | |
εὐσεβείας ἕ[νεκα τ]ῆ[ς εἰς τοὺς θεοὺς καὶ φιλοτι]- | |
30 | μίας τῆς εἰ[ς τὴν βουλὴν καὶ τὸν δῆμον· ἀναγρά]- |
ψαι δὲ τόδε [τὸ ψήφισμα τὸν γραμματέα τὸν κα]- | |
τ[ὰ] πρυ[τανείαν ἐν στήλει λιθίνει — — — — —] |
IG II²
776