1 | ἐπὶ Διογείτονος ἄρχοντος ἐπὶ τῆς Δη- |
μητριάδος δωδεκάτης πρυτανείας, ἧι | |
Θεόδοτος Θεοφίλου Κειριάδης ἐγραμ- | |
μάτευεν· Σκιροφοριῶνος ὀγδόει μετ’ ε- | |
5 | ἰκάδας· ἐκκλησία κυρία· τῶν προέδρων |
ἐπεψήφιζεν Διόδωρος Ἐπιχάρου Κόπρ- | |
ειος καὶ συμπρόεδ[ρ]οι· v ἔδοξεν τῶι δή- | |
μωι· v Ἀκρότιμος Αἰσχίου Ἰκαριεὺς εἶ- | |
πεν· ἐπειδὴ πάτριόν ἐστιν τοῖς ἰατρο- | |
10 | ῖς ὅσοι δημοσιεύουσιν θύειν τῶι Ἀσκ- |
ληπιῶι καὶ τεῖ Ὑγιείαι δὶς τοῦ ἐνιαυ- | |
τοῦ ὑπέρ τε αὑτῶν καὶ τῶν σωμάτων ὧν ἕ- | |
καστοι ἰάσαντο, v ἀγαθῆι τύχει δεδόχ- | |
θαι τεῖ βουλεῖ, v τοὺς προέδρους οἳ ἂν | |
15 | λάχωσιν εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν |
χρηματίσαι περὶ τούτων ἐν ἱεροῖς, γν- | |
ώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς | |
[τὸν δῆ]μο[ν ὅ]τι δοκεῖ τεῖ βουλεῖ v τὸν ἱ- | |
[ερέα τὸν ἀεὶ λα]νχάνοντ[α ․․․]νγι — — |
IG II²
772