Funerary epigram for Zoe, daughter of Peneios. Stele of white marble with molding decorated with three rosettes.
[ ] Thessalia (Thessaliotis) — Euhydrion (Ktouri) — Krini — 3rd c. AD — AD 44 B1 (1989) 238, 16 — cf. SEG 54.555
1 ἣν ἐσορᾷς στήλην μεστὴν ἐ-
 σορᾷς, φίλε, πένθους· /
κάτθανε γὰρ Ζωὴ οὔνομα
 κλησκομένη /
5 ὀκτωκαιδεκέτης, λείψα-
 σα γονεῦσι δάκρυα /
καὶ πάπποις τὰ ὅμοια, οὗ-
 περ γαίης λίπε πένθη· /
ἦν δὲ γάμῳ ζευχθε<ῖ>σα κύ-
10  ησέ τε <τ>έκνον ἄωρον, /
οὗ τεχθέντος ἄφωνος
 λίπεν φάος ἡελίοιο· /
Πηνειὸς δὲ πατὴρ χεύων
 δάκρ<υ> θῆκε τόδ’ ἔργον /
15 σύν τε φίλῃ ἀλόχῳ, οἷς ἦν
 τέκνον ἕν τε κοὐκ ἄλλο· /
οὐδὲ γὰρ ἐξ αὐτῆς ἔσχον
  τέκνον φωτὶ λιπούσης /
ἀλλ’ ἄτεκνοι λύπῃ καρ-
20   τέρεον βίοτον.
Search Help
Contact Us