Arbitration between the Pharkadonians and Eulykos and Eudemos.
Fragment of a white marble stele.
[ ]
Thessalia (Hestiaiotis) — Pharkadon? (Petroporos-Palaiogardiki) — undated — Trikalina 12 (1992) 115-122 — BE (1995) 334
1 | ἀπόφασ[ις — — — — — — — — — — — — — —] |
ὑπὲρ ὧν ἐνεκάλει τὸ [κοινὸν τῶν Φαρκαδονίων] | |
Εὐλύκωι καὶ Εὐδήμωι καὶ Εὔλυκ[ος — — καὶ Εὔδη]- | |
μος τῶι κοινῶι Φαρκαδονίων, ἐπε[— — — — — — —] | |
5 | τοῖς βασιλικοῖς Μένωνι καὶ Ἄνδρωνι, [οἳ διακούσαντες] |
τῶν λόγων ἀμφοτέρων ἔπεισαν Εὔλυ̣[κον — — — — —]- | |
Ν καὶ Εὔδημον μὴ ἀντιποιεῖσθαι τῶν γη[— — — μετ’ ἄλ]- | |
λους, ἀλλ’ εἶναι τοῦ κο<ι>νοῦ τῶν φυλῶν κατὰ [τὰ νόμι]- | |
μα· μὴ ἐξεῖναι δὲ ἀπαλλοτριῶσαι μηδένα ἀπ[ὸ τοῦ κοι]- | |
10 | νοῦ παρευρέσει μηδεμίαι· ἐὰν δέ τις εἴπηι ἢ ταγ[ὸς ἢ] |
ἰδιώτης ὡς δεῖ ἀπαλλοτριῶσαι ἢ ἀπαλλοτριώσηι ἢ ἐ- | |
πιψηφίσῃ τὴ<μ> μὲγ γῆν εἶναι τοῦ κοινοῦ, ὁ δὲ ἀπαλλο[τρι]- | |
ῶν ἀποτεισάτω τῶι κοινῶι Φαρκαδον[ίων] | |
μνᾶς δέκα. vacat |