Three decrees of the Thessalian League: lines 1-16, honorary decree for for judges and their secretary; lines 16-56, federal decision to send grain to Rome; lines 56-65, honorary decree for two Larissaean brothers. Large marble stele, broken at the top.
[ ] Thessalia (Pelasgiotis) — Larisa [Thessalian Koinon] — ca. 150-130 BC — AD 31 B1 (1976) 176-178 — cf. SEG 36.547 — AnnÉp (1995) 1377-1378
[— — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — —]ΙΑΙ[— — — — — — — — — — — — —]
[— — — — — — — — — — —]ΣΠΕΠΟ[— — — — — — — — — — —]
[— — — — — — — — — — —]ΗΣ ΑΥΤΟΙΣ̣[— — — — — — — — —]
[— — — ἐπαινέσαι δὲ καὶ τ]ὸν γραμματέ[α αὐτῶν τὸν δεῖνα τοῦ]
5 [δεῖνος ἐπί τε τῇ ἐνδημίᾳ] ᾗ ἐποιήσατο καὶ ἐπὶ τ[ῶι παρεισχῆσ]-
[θαι τὴν χρείαν ἐν τ]ῶι καθ’ αὑτὸν ἐπ<ι>τηδεύμ̣[ατι, εἶναι δὲ]
[εὐεργέτας καὶ π]ροξένους καὶ αὐτοὺς καὶ ἐκγόνο[υς αὐτῶν]
[καὶ εἶναι τοῖς] δικασταῖς καὶ τῶι γραμματεῖ αὐτῶ̣[ν]
[ἐμ πάσαις ταῖ]ς ἐν Θεσσαλίαι πόλεσιν καὶ αὐτοῖς καὶ ἐκγό-
10 [νοις πολιτεί]αν, ἔγκτησιν, ἀσφάλειαν, ἀσυλίαν καὶ πολέμου
[καὶ εἰρήνη]ς̣ καὶ τὰ λοιπὰ τίμια καὶ φιλάνθρωπα πάντα ὅσα
[καὶ τοῖς λ]οιποῖς εὐεργέταις τῶν Θεσσαλῶν ὑπάρχει, φροντί-
[σαι δὲ τ]οὺς κοινοὺς ἄρχοντας ἵνα γένηται ἡ ἀναγραφὴ τού-
[του τ]οῦ ψηφίσματος εἰς κίονα λιθίνην καὶ ἀνατεθῇ ἐν Λαρί-
15 [σ]αι ἐν τῶι τεμένει τοῦ Διὸς τοῦ Ἐλευθερίου γενομένου τοῦ ἀ-
νηλώματος ὅθεν ἂν δῆι κατὰ τὰ διορθώματα· ἐπειδὴ
Κόϊντος Καικέλιος Κοΐντου Μέτελλος ἀγορανόμος Ῥωμαίων ἀ-
νὴρ καλὸς καὶ ἀγαθὸς κ[αὶ] φίλος καὶ εὔνους ὑπάρχων τῶι ἔ-
θνει ἡμῶν ἐπελθὼν ἐπὶ [τὸ σ]υνέδριον ἀνενεώσατο τὰς γεγενη-
20 μένας εὐεργεσία[ς τὰ]ς ὑπ[ὸ τ]ῶν προγόνων αὐτοῦ καὶ διελέγετο
παρακαλῶν, ἐπείπερ ἦν [ᾑ]ρημένος ἐπὶ τὴν τῆς ἀγορανομίας
ἀρχήν, τὰ δὲ κατὰ τὴν χ[ώρα]ν αὐτῶν κατὰ τὸν παρόντα καιρὸν ἐν
ἀφορίαι καθειστήκει, ὅπως δοθῇ σῖτος ὑπὸ τοῦ ἔθνους τῇ συνκλήτῳ
καὶ τῶι δήμωι, ὅσος ἂν ἦν ἐν π̣[ρ]ατῶι {²⁷ἐν [δυν]άτωι(?) (Garnsey)}²⁷, ἐκρίθη τοῖς συνέδροις, μνημονεύον̣-
25 [τ]ας τῶν γεγενημένων ε[ὐε]ργετημάτων εἰς τὸ ἔθνος ὑπὸ Κοΐν-
του καὶ τῶν προγόνων αὐτ[ο]ῦ καὶ τῆς συνκλήτου καὶ τοῦ δήμου τ[οῦ]
Ῥωμαίων, ἐξαποστεῖλαι ε̣[ἰ]ς Ῥώμην ὥστε τῇ συνκλήτῳ καὶ τῶι δήμω̣[ι],
καθὼς Κόϊντος διελέγη, π̣[υ]ρῶν κοφίνων μυριάδας τεσσαράκοντα̣
τρεῖς καὶ τοῦ προγεγραμμέ[ν]ου πλήθους σίτου ποιήσασθαι διάταξιν ἐ̣-
30 πὶ τὰς πόλεις Πετραῖον τὸν̣ [σ]τρατηγὸν μετὰ τῆς συναρχίας καὶ τ̣[ῶν]
συνέδρων· τὰς δὲ πόλεις ἑκ̣[ά]σ̣την τοῦ διαταγέντος σίτου ποιήσασθα[ι]
τὴν καταγωγὴν ἐπὶ λιμέν[α] τὸν ἐπὶ τοῦ Δημητριείου ἢ ἐμ Φαλάροις ἢ ἐν
Δημητριάδι, τῶν μὲν τριάκ[ο]ντα δύο μυριαδῶν Πελασγιώτας μὲν καὶ
Φθιώτας ἐν τῷ μηνὶ τῶι Ἀφρίῳ, Ἱστιώτας δὲ καὶ Θεσσαλιώτας ἐν τῶι μη-
35 νὶ τῶι Θυί<ῳ> πρὸ τῆς εἰκάδος̣, τῶν <δὲ> δέκα μίας μυριαδῶν ἐν τῶι μην[ὶ]
τῶι Φυλλικῶι πρὸ τῆς πέν̣τ̣ε καὶ δεκάτης ἐπὶ τῆς Πετραίου στρατη-
γίας, καὶ τὴν ἐσομένην δ]πάνην ἐκ τοῦ ἐμβληθῆναι τὸν σῖτον
εἰς τὰ πλοῖα διδόναι τὰς πόλεις ἑκάστην τοῦ καθ’ αὑτὴν πλήθους·
περὶ δέ γε τῆς εἰς Ῥώμην διακομιδῆς τοῦ σίτου ἠξίωσαν Κόϊντον
40 φροντίσαι ἵνα, ἐπεὶ οὐχ ὑπάρχει πλοῖα τοῖς Θεσσαλοῖς, ἵνα ποιήση-
ται τὴν ἔγδοσιν, ὣς ἂν αὐτῶι φαίνηται βέλτιστα, τὰ δὲ ναῦλα δι-
ορθώσασθαι τοὺς ἀποσταλέντας πρεσβευτὰς εἰς Ῥώμην
περὶ τούτων ἐκ τῆς τοῦ σίτου τιμῆς· ἐὰν δὲ μὴ δυνηθῇ Κόϊντος ἐκ-
πέμψαι τὰ πλοῖα, ἀποστείλῃ δὲ τοὺς ναυλωσομένους, φροντί-
45 σαι Πετραῖον τὸν στρατηγὸν μετὰ τῶν συναποταγέντων ἵ-
να διακομισθῇ ὁ σῖτος εἰς Ῥώμην, καὶ τοὺς συνεπιπλευσομένους
ἵνα συναποστείλῃ Πετραῖος, καὶ τὴν εἰς ταῦτα δαπάνην καὶ ἐξα-
ποστολὴν ποιήσασθαι Πετραῖον τὸν στρατηγὸν μετὰ τῆς συναρ-
χίας γράψαντος Πετραίου διάταξιν ἐπὶ τὰς πόλεις· ἐάν δέ τις
50 μὴ ἀπαγάγῃ τὸν σῖτον ἐπὶ τοὺς λιμένας ἐν τοῖς ὡρισμένοις χρό-
νοις, ἀποτινέτω τοῦ κοφίνου ἑκάστου στατῆρας δύο καὶ ὀβολοὺς ἐν-
νέα, καὶ τῆς διατιμήσεως ταύτης ποιεῖσθαι τὴν πρᾶξιν Πετραῖον
τὸν στρατηγὸν καὶ τοὺς ὑπὸ τούτου ἀποταγέντας ἐκ τῶν ὑπαρχόν-
τ̣ων τῇ τε πόλει καὶ τοῖς κατοικοῦσιν ἐν τῇ πόλει καθ’ ὃν ἂν τρόπον
55 βούλωνται, ἀνυποδίκοις καὶ ἀζημίοις οὖσιν καθ’ ὃν ἂν τρ<ό>πον πράξ-
ωσιν· ἐπειδὴ Τιμασίθεος, Διότιμος οἱ Ἑρμίου Λαρισαῖο[ι]
ἄνδρες καλοὶ καὶ ἀγαθοὶ ὑπάρχοντες ἐκ τῆς πρώτης ἡλικίας δό-
ξαν καὶ καλοκἀγαθίαν ἐζηλωκότες καὶ ἐμ πλείοσιν εὐχρήστους
ἑαυτοὺς παρέχονται καὶ κατ’ ἰδίαν τοῖς ἐντυγχάνουσιν ἐπιδιδό[ν]-
60 τες ἑαυτοὺς εἰς τὰ παρακαλούμενα προθυμῶς τούτους· δεδόχθα[ι]
τῶι κοινῶι Θεσσαλῶν ἐπαινέσαι Τιμασίθεον, Διότιμον ἐπὶ τῆι κα-
λοκἀγαθίαι καὶ προαιρέσει ἧι ἔχοντες τυγχάνουσιν καὶ τιμῆσαι
ἕκαστον αὐτῶν εἰκόνι χαλκῇ ἐφ’ ἵππου, ἃς καὶ σταθῆναι ἐν τῶι τεμένει
τῆς Ἀθηνᾶς τῆς Ἰτων<ί>ας γενομένου τοῦ ἀνηλώματος εἰς τὰς εἰ-
65 κόνας καὶ τὰς βάσεις ὑπὸ τῶν συνέδρων.
Search Help
Contact Us