Honorary decree of the Peparethians for judges from Larisa. White marble stele.
[ ] Thessalia (Pelasgiotis) — Larisa — 2nd c. BC — Demetrias I (1976) 205-213
1 ἐπειδὴ ἀσυντελέστου γενομέν[η]ς [τ][ς δι]κ̣α<ιο>νομίας
ἐν τῷ παρεληλυθότι χρόνῳ ὁ δ[ῆ]μος σπεύδων ὑπὲρ
[τ]ῆς πρὸς ἀλλήλους δικαιοδοσίας, [περί] τε τῶν ἕλκο-
μένων ἐνκλημάτων ἐκ τ[οῦ] ὑπεράνω χρόνου καὶ
5 [τ]ῆς ἐκ τούτων ὑπαρχούσης πρὸς αὑτοὺς διαφορᾶς, ὁ-
μοίως δὲ καὶ περ[ὶ] τῶν ἀμφι[σ]βητουμένων παρ’ αὐτοῖς
κατὰ τὰς ἀπογραφὰς τὰ[ς] γεγενημένας περὶ τῶν ὑπαρ-
[χ]όντων δι’ ὧν ἕ[κ]αστος τὰ ἑαυτοῦ ․․․․11․․․․․ΕΩΣ̣Ε̣Ν
!*G *H*I *O*X*I *I *I E)YHFI/SATO METAPE/MYAS[Q]AI [D]IKASTH/RION [U(PE\R]
10 τοῦ γενέσθαι τῶν διασαφουμένων τὴν διεξαγωγὴν
κατὰ τὸ κάλ<λ>ιστον καὶ προκρίνας τὸν Λαρισαίων δῆμον
[ὄ]ντα ἑαυτοῦ συνγενῆ καὶ φίλον ἔπεμψεν πρὸς αὐτὸν
[ψ]ήφισμά τε καὶ πρεσβευ[τὴν] Τιμοκράτην Χρέμητος, ἄν-
δρα καλὸν κἀγαθὸν τῶν τιμωμένων παρ’ ἡμῖν τὸν τά τε
15 γράμματα ἀποδώσοντα καὶ διαλεγησόμενον ἀκολο[ύ]-
[θ]ως τοῖς ἐν τῷ ψηφίσματι κατακεχωρισμένοις, ὁ δὲ δῆμος
[ὁ] Λ[αρι]σαίων ἀκούσας τὰ ὑπὸ τοῦ πρεσβευτοῦ παρακαλού-
[μ]εν[α, π]ρὸ παντὸς [δὲ] θέμενος τὸ καλῶς ἔχον καὶ τὴν Η-
․․․․․ΑΝ συνγένειάν τε καὶ φιλίαν προτιμήσας, τόν τε
20 [πρ]εσβευτὴν ἀπεδέξατο φιλοφρόνως καὶ ἐξαπέστει-
[λε]ν δικαστὰς τῶν ἐν [τ]ιμ[ῇ] καὶ δόξῃ καθεστώτων Πάνδο-
[κ]ον Ἀλκότα, Διογένην [Δ]ημητρίου, καὶ γραμματέα Ἡρα-
[κ]λείδην Σωτίωνος ἄνδρας καλοὺς καὶ ἀγαθοὺς τῶν τι-
[μωμένων παρ’ αὐτοῖς κ]αὶ πιστευομένων, ἀξίους τῆς τε
25 [ἑ]α[υτῶ]ν πατρ[ίδος καὶ τῆ]ς ἡμετέρας πόλεως, οἵτινες παρα-
[γ]ενό[με]νο[ι καὶ περὶ πλ]είστου ποιησάμενοι τήν τε πρὸς τοὺς
[․․․․․․․․․․․․․․ καὶ] τὴν τῶν ἡμετέρων νόμων τήρησιν
․․․․Λ․․․․․․․․․․․․․․․․Ε#⁷Ο․ τὸ δίκαιον, ἀδωροδοκήτους
[δὲ ἑαυτοὺς πᾶσι π]αρεχόμενοι τοῖς εἰς τὸ δικαστήριον εἰσ-
30 [αχθεῖσι(ν) ἀπέδειξαν? τ]ὴν [ἑαυ]τῶν ἀρετὴν καὶ τὴν ἐν τούτοις
[δικαιοσύνην, οὔτε πόνον οὔτε κ]ακοπάθιαν ἐκκλίνοντες, ἐκτε-
[νῶς καὶ φιλοτίμως τὴν δικαστείαν? δια]καρτεροῦντες, ἕνε-
[κεν τοῦ συλλυθέντων πάντων] τῶν ἐχόντων τὰ ἐνκλήματα
[πρὸς ἑαυτοὺς ἐκ τῆς] προυπαρχούσης διαφορᾶς εἰς ὁμόνοι-
35 [αν τὴν πόλιν ἀποκαταστῆ]σαι· καὶ π[ερ]ὶ ὧν ἔδει διαλαβεῖν αὐ-
[τοὺς ἐνκλημάτων, περί] τε τῶν δανείων καὶ τῶν ἄλλων πάντων,
[ἔκριναν? ἐ]πί τε [τῷ συν]φέροντι κα<ὶ> τὸ βέλτιστον πρὸ ὀφθαλ-
[μῶν ποιοῦμενοι τοῖς] Πεπ[αρ]ηθίοις κατὰ κοινὸν τυχικῆι
[․․․․․․․․· τοῖς δὲ] πάντω[ς] ․ΓΙ․․Ι․ΟΜΕΝΟΙΣ κρίσεως ἐδίκα-
40 [σαν τὰς δίκας ὀρθ]ῶς καὶ δικαίως κατὰ τοὺς νόμους, τήν τε
[παρεπιδημίαν ἐποιήσαντο π]αρ’ ἡμῖν μετὰ πάσης εὐταξίας
[καὶ εὐσχημοσύνης, ἀξίους] τῶ[ν] τε ἀποστειλάντων αὐτούς, ἀξί-
[ους δὲ καὶ τῆς ἡμετέρας πόλ]εως· ὅπως οὖν καὶ ὁ ἡμέτερος δῆ-
[μος πρωτεύων φαίνηται ἐν] χα[ρί]τος ἀποδόσει, τιμῶν δὲ τοὺς κα-
45 [λοὺς κἀγαθοὺς ἄνδρας ταῖς ἀξίαι]ς τιμαῖς· ἐπ’ ἀγαθῇ τύχῃ καὶ σω-
[τηρίᾳ ἀμφοτέρων τῶν πόλεων], δεδόχθαι τῆι βουλῇ καὶ τῷ δήμῳ
[τῶν Πεπαρηθίων· ἐπαινέσαι μ]ὲν τὸν δῆμον τὸν Λαρισαίων ἐπὶ τῇ
[προυπαρχούσῃ πρὸς τὸν ἡμ]έτερον δῆμον εὐνοίᾳ καὶ ἐπὶ τῷ
[πέμψαι δικαστὰς καὶ γραμματέ]α ἄνδρας καλοὺς καὶ ἀγαθούς, ἀ-
50 [ξίους ἀμφοτέρων τῶν πόλεων] καὶ τῆς ἐπ’ ἀγαθῷ μνήμης ἐπιτη-
[δείους ὄντας, καὶ στεφαν][σ]α[ι αὐ]τὸν στεφάνῳ χρυσῷ καὶ εἰ-
[κόνι χαλκῇ· γενέσθαι δὲ τὴν ἀναγόρ]ευσιν· ὁ δῆμος ὁ Πεπαρηθίων
[στεφανοῖ τὴν δῆμον τὸν Λαρισαίων στ]εφάνῳ χρυσῷ καὶ εἰκόνι χαλκῇ
[ἐπὶ τῇ προυπαρχούσῃ συνγενείᾳ καὶ φιλίᾳ], ἐπί τε τῇ ἐξαποστολῇ τῶν
55 [δικαστῶν καὶ τοῦ γραμματέως· στεφανῶσαι] δὲ ἐν τῷ αὐτῷ καιρῷ καὶ
[τοὺς δικαστὰς Πάνδοκον Ἀλκό]τα, [Δι]ο[γ]ένην Δημητρίου ἑκάτερον αὐ-
[τῶν στεφάνῳ χρυσῷ ἀρετῆς ἕνεκεν] καὶ δικαιοσύνης καὶ τῆς πρὸς
[τὸν ἡμέτερον δῆμον εὐνοίας· στεφαν]ῶσαι δὲ καὶ τὸν γραμματέα Ἡρα-
[κλείδην Σωτίωνος τῷ κιττοῦ σ]τεφάνῳ τῷ πατρίῳ τοῦ θεοῦ ἐπὶ τῷ
60 [παρεισχῆσθαι ἑαυτὸν κατὰ τὴν χρ]είαν ἐκτενῆ καὶ φιλότιμον· δε-
[δόσθαι δὲ αὐτοῖς καὶ ἐκγόνοις] προξενίαν καὶ ἔνκτησιν γῆς καὶ
[οἰκίας καὶ πρόσοδον πρὸς τὴν βο]υλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ
[τὰ ἱερὰ καὶ Ῥωμαίους καὶ προεδρία]ν καὶ ἀ[σφ]άλειαν καὶ πολέμου καὶ
[εἰρήνης καὶ τὰ ἄλλα ὅσα καὶ τοῖ]ς̣ ἄ̣λλο̣[ις προξένοις] κ̣α̣ὶ̣ εὐε̣[ργέ]-
65 [ταις τῆς πόλεως ἡμῶν ἐκ τῶν νόμων ὑπάρχ]ει· τῆς δὲ ἀναγορεύσεως
[τῶν στεφάνων ἐπιμελείσθωσαν οἱ][ρ]χοντες οἱ κατ’ ἐνιαυτὸν γι-
[νόμενοι καὶ τῶν ἄλλων τιμῶν τῶν] ἐψηφισμένων τῷ τε δήμῳ τῷ
[Λαρισαίων καὶ τοῖς δικασ]τ[αῖ]ς τ[οῖ]ς ἐξαποσταλεῖσι ὑπ’ αὐτῶν καὶ τῷ
[γραμματεῖ· καλεσάτωσαν] δὲ αὐτοὺς καὶ εἰς τὸ πρυτανεῖον ἐπὶ
70 [ξένια ἐπὶ τὴν κοινὴν ἑστίαν· ὅ]πως δὲ καὶ Λαρισαῖοι παρακολου-
[θήσωσι τὰς ἐψηφισμένας τι]μὰ[ς] τῷ τε δήμῳ αὐτῶν καὶ τοῖς δικασ-
[ταῖς καὶ τῷ γραμματεῖ, δε]δόχθαι γράψαι περὶ τούτων τοὺς πολε-
[μάρχους τοῖς ταγοῖ]ς [κ]αὶ τῇ πόλει τῇ Λαρισαίων ὑποτάξαντ<α>ς
[τοῦδε τοῦ ψηφίσματος τὸ] ἀν[τί]γραφον καὶ σφραγισαμένους τῇ δη-
75 [μοσίᾳ σφραγῖδι καὶ δοῦναι] τ[οῖ]ς δικασταῖς ὅπως διὰ τούτων διακο-
[μίσηται· γράψαι δὲ καὶ δι]ότ[ι] παρ[α]καλεῖ ὁ δῆμος ὁ Πεπαρηθίων
[αὐτοὺς τόν τε στέφανον καὶ τὰς] ἐψηφισμένας τιμὰς ἀποδέξασ-
[θαι καὶ ἀναγράψαι τόδε τὸ ψήφισμα ε]ἰς στήλην λιθίνην καὶ ἀναθεῖναι
[ἐν τῷ ἐπιφανεστάτῳ τόπῳ]· φροντίσαι δὲ καὶ τοὺς ταγοὺς μετὰ τοῦ ἀ-
80 [γωνοθέτου ὅπως ἐν τοῖς] πρώτοι[ς] Διονυσίοις μετὰ τὸ συντελεσθ[ῆ]-
[ναι τὰς σπονδὰς καὶ παρ’ αὐτοῖς][ν]αγορευθῶσιν ἐν τῷ θεάτρῳ αἵδε
[αἱ ἐψηφιμέναι τιμαὶ τῷ τε δήμ]ῳ αὐτῶν καὶ τοῖς δικασταῖς καὶ τῷ γραμ-
[ματεῖ· παρακαλέσαι δὲ καὶ εἰ]ς τὸν λοιπὸν χρόνον διατηρεῖν τὴν πρου-
[πάρχουσαν ταῖς πόλεσι πρ]ὸς ἑαυτὰς συνγένειάν τε καὶ φιλίαν καὶ εὔ-
85 [νοιαν· ἐπιμεληθῆναι δὲ τ]οὺς πολεμάρχους τῆς ἐξαποστολῆς τῶν
[ἀνδρῶν ὅπως ἀνακομισθῶσι με]τὰ πάσης ἀσφαλείας· ἀναγράψαι δὲ τόδε
[τὸ ψήφισμα τὸν γραμματέα τ]ῆς βουλῆς εἰς στήλην λιθίνην καὶ ἀνα-
[θεῖναι ἐν τῷ προνάῳ τῆς Ἀθηνᾶς τῆς] Πολιάδος ἐν τῷ ἐπιφανεστάτῳ τό-
[πῳ· τὸ <δὲ ἀνάλωμα τὸ> εἰς τὴν στήλη]ν γ[ε]ν̣όμ̣εν̣ον καὶ τὴν ἀναγραφὴν δότω ὁ χει-
90 [ροτονηθεὶς ταμίας ἀπ][τ]οῦ [κ]οινο[ῦ] ἀργυρίου.
Search Help
Contact Us