Honorary decree of the Thessalian Koinon for a citizen of Demetrias.
Block of bluish marble, broken on the right.
[ ]
Thessalia (Magnesia) — Demetrias [Thessalian Koinon] — ca. 150-100 BC — Thessalika 3 (1960) 80, 2
col. I | [— — — — — — — — — —] |
τας συνγενεῖς καὶ ἀστυγεί- | |
τονας τοῦ ἔθνους ἡμῶν ἐν ὁ- | |
μονοίαι καὶ φιλίαι καθεστάναι | |
πρὸς Θεσσαλούς, τὴν πλείσ- | |
5 | την ἐπεπόητο σπουδὴν ὑπὲρ |
τοῦ μέρους τούτου, εἰσφερόμε- | |
νος δι’ ὧν εἰς αὔξησιν ἐπὶ πλεῖ- | |
ον ἥξει τὰ πρὸς ἀλλήλους | |
φιλάνθρωπα, ὅπερ καὶ εἰς ἐπι- | |
10 | τέλειαν ἤγαγεν, ἐπιδιδοὺς |
ἑαυτὸν ἐκτενῶς καὶ προϊσ- | |
τάμενος ἐν πᾶσι τοῦ δικαίου, | |
τῆς τε εὐνοίας ἧς ἔχων διατε- | |
λεῖ κατὰ κοινὸν καὶ κατ’ ἰδίαν, | |
15 | φανερὰς τὰς ἀποδείξεις πε- |
ποίηται διὰ τῶν ἔργων, ἵνα οὖν | |
καὶ οἱ Θεσσαλοὶ φαίνωνται τοὺς | |
col. II.18 | καλοὺς καὶ ἀγαθ[οὺς ἄνδρας τι]- |
μῶντες καὶ ἕτε[ροι θεωροῦντες] | |
20 | τοὺς τοιούτους [τιμωμένους] |
τῆς αὐτῆς ἀντ[έχωνται προ]- | |
αιρέσεως, ἐπαι[νέσαι μὲν ἐπὶ] | |
τοῖς προειρημέ[νοις — — — —] | |
Σωκλέους Δη[μητριῆ καὶ] | |
25 | στεφανῶσαι αὐ[τὸν χρυσῶι] |
στεφάνωι, καὶ δι[δόναι αὐτῶι] | |
τε καὶ ἐκγόνοις [ἐμ πάσαις ταῖς] | |
κατὰ Θεσσαλίαν [πόλεσι καὶ πολι]- | |
τείαν, ἔνκτησι[ν γῆς καὶ] | |
30 | ἀσφάλειαν καὶ π[ολέμου καὶ] |
εἰρήνης καὶ τὰ λοιπ[ὰ τίμια ὅσα καὶ] | |
τοῖς ἄλλοις προξ[ένοις τοῦ ἔ]- | |
θνους ὑπάρχ[ει· καὶ τὸ ψή]- | |
φισμα τοῦτο [ἀναγράψαι — —] | |
35 | [— — — — — — — — — — — —] |