Two honorary decrees, (a) of Demetrias for three judges and (b) of the Magnesian League for Polemaios, son of Harpagion, of Kalydon. Marble block.
[ ] Thessalia (Magnesia) — Demetrias — ca. 117 BC — BCH 74 (1950) 33, I
See also:
a  {²decretum "a" in lapide superiore nunc perdito inceptum est
 καὶ τοὺς νόμους· δίκαιον δέ ἐστιν καὶ καλῶς ἔχον ἐ̣π̣[ιμέλειαν ποιεῖσθαι]
 τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν καὶ μὴ λείπεσθαι ἐγ̣ [χάριτος ἀποδόσει]
@I(/NA KAI\ E(/TEROI QEWROU=NTES TIMWME/NOUS TOU\S TOIO[U/TOUS A)/NDRAS KALW=S]
 καὶ δικαίως ἄρχειν παρορμῶσιν· δεδόχθαι τῆι βουλῆ[ι· ἐπαινέσαι τε αὐ]-
5  τοὺς ἐπὶ τούτοις καὶ στεφανῶσαι ἕκαστον αὐτῶν [θαλλοῦ στεφάνωι]
 καὶ εἰκόνι χαλκῆι· σταθῆναι δὲ τὰς εἰκόνας ἐν ὧι ἂ[ν αὐτοὶ αἱρῶνται]
 τῆς πόλεως τόπωι, γενομένης ἐπιγραφῆς· ἡ πόλις [ἡ Δημητριέων Λυσί]-
 αν Ζωΐλου, Διονύσιον Μόσχου, Ἀλέξανδρον Μενίσκ[ου στρατηγήσαν]-
 τας ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς αὑτήν· ἀνα[γραφῆναι δὲ καὶ τοῦ]
10  ψηφίσματος τὸ ἀντίγραφον ἐν τῆι ἱερᾶι ἀγορᾶι εἰς τὸ ν[ομοφυλάκιον?]·
       ἔδοξεν· ἔδοξεν καὶ τῆι ἐκκλησίαι.
b.12 στρατηγοῦντος Ἱστιαίου τοῦ Νίκωνος· μηνὸς Ἀφροδισιῶνο̣[ς δεκάτηι· Σῖ?]-
 μος Δίωνος καὶ Σώτιμος Ἀριστομάχου ὁ γραμματεὺς [τῶν συνέδρων]
 εἶπαν· ἐπεὶ Πολεμαῖος Ἁρπαγίωνος Καλυδώνιος ἀν̣ε̣[․․7-8․․․ {²⁷ἀν̣ε̣[γκλήτως?] (Woodward)}²⁷ καὶ]
15  εὐνόως διακείμενος πρὸς πάντας Μάγνητας πειρ̣[ᾶται ἐφ’ ὅσον ἐ]-
 στὶν δυνατὸς ἀεί τινος ἀγαθοῦ παραίτιος γίνε[σθαι κοινεῖ]
 τε καὶ κατ’ ἰδίαν ἑκάστωι ἡμῶν εὔχ̣ρησ̣τον πα̣[ρέχων ἑαυτὸν πᾶσιν]
 τοῖς χρείαν ἔχουσιν· ἵνα οὖν κ̣[αὶ Μάγ]νητ̣ες̣ ε̣ὐ̣[χάριστοι ὄντες]
 φαίνωνται κα[ὶ] τιμῶντες̣ το[ὺ]ς̣ [εὐεργέτα]ς α̣ὐ̣[τῶν· δεδόχθαι τοῖς]
20  συνέδροις· ἐπ[α]ι[νέ]σ[αι] τ̣[ε Πολ]ε[μαῖον Ἁρ]π̣αγ̣[ίωνος Καλυ]-
 δών[ιον] ἐπ̣ὶ [τούτοις — — — — — — — καὶ δεδόσθ?]αι αὐ̣[τῶι]
[προξενίαν — — — — — — — — — — — — —  — καὶ] τὰ ἄ[λλα]
[τίμια ὅσα ὑπάρχει τοῖς προξένοις καὶ εὐεργέταις — — — —]
Search Help
Contact Us