Honorary decree for Italos, son of Philiskos, of Gyrton. Marble.
[ ] Thessalia (Achaia Phthiotis) — Thaumakoi (Domokos) — ca. 50 BC [Kram. 104, F11] — BCH 48 (1924) 369, 4
1                                         [ἀ]γαθ[ῇ τ]ύχῃ.
[στραταγέοντος τῶν Θεσ]σαλῶν Ἰσαγόρα, μηνὸς Ὁ[μολωΐ]ου, ἐννόμου ἐκκλησίας οὔσης, τ[ῶν τ]αγῶ[ν]
[․․6․․․ το]ῦ Κλεογέν[εο]ς, Στύφωνος τοῦ Νικοβούλου, Περιάνδρου τοῦ Λάμπου ἐμφανισμὸν ποιησα[μέ]-
νων· [ἐπ]ειδὴ Ἰταλὸς Φιλίσκου Γυρτώνιος ἀπὸ τῆς πρώτης ἡλικίας διατελεῖ ἀεί τινος ἀγαθοῦ παραί-
5 τιος γινόμενος τῇ πόλει τῶν Θαυμακῶν καὶ καθ’ ἱδίαν τοῖς ἐντυγχάνουσιν τῶν πολιτῶν, σπου-
δῆς καὶ φιλοτιμίας οὐθὲν ἐνλείπων τῶν συμφερόντων τῇ πόλει τῇ Θαυμακῶν, καθὼς ἐπιβάλλον ἐσ-
〚εσ〛τὶν {²⁶ἐστὶν}²⁶ ἀνδρὶ καλῶι κἀγαθῶι καὶ δόξης ἀντεχομένωι, ἔδοξε τῇ πόλει τῶν Θαυμακῶν ἐπαινέσαι τε
Ἰταλὸν ἐπὶ τῇ προαιρέσει, ᾗ ἔχει πρὸς τὴν πόλιν τῶν Θαυμακῶν, καὶ ἐπὶ τοῖς διαπεπραγμένοις ὑ-
P' AU)TOU= EU)XRH/STOIS EI)S TH\N PO/LIN KAI\ EI)=NAI AU)TO\N TH=S PO/LEWS TH=S *QAUMAKW=N PRO/CENON KAI\
10 εὐεργέτην καὶ ὑπάρχειν αὐτῶι τε καὶ ἐγγόνοις παρὰ τῆς πόλεως τῆς Θαυμακῶν τὰ τίμια καὶ
φιλάνθρωπα, ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς πόλεως ὑπάρχει· καὶ τοὺς ταγοὺς
τῆς πόλεως διαποστεῖλαι πρὸς τὴν πόλιν τῶν Γυρτωνίων τὸ ἀντίγραφον τοῦ ψηφίσματος καὶ τῶ[ν]
τιμίων· προνοηθῆναι δὲ τοὺς ταγούς, ὅπως ἀναγραφῇ τὸ ψήφισμα καὶ τὰ δεδομένα τίμια, οὗ κ[αὶ τὰ ἄλ]-
λα ἐθίζουσιν· παρακαλέσαι δὲ Ἰταλὸν ἀκόλουθον γινόμενον τῇ ἰδίαι προαιρέσει συνεπιδοῦναι [<αὑτὸν εἰς> τὴν προσ]-
15 TATEI/AN TH=S PO/LEWS KAI\ FRONTI/ZEIN E)M PA=SIN. E)/DOCE DE\ TH=| PO/LEI KAI\ PRESBEUTA\S E)CAPOSST[EI=LAI TOU\S]
παρακαλέ[σο]ντας Ἰταλὸν ἐπιδέξασθαι τὴν προστατείαν τῆς πόλεως τῆς Θαυμακῶν καὶ συνεπιδοῦ[ναι αὑτόν],
[καθό]τι [καὶ ἐν] τοῖ[ς λ]οιποῖς διατετέλεκεν ἐν πᾶσιν ποιούμενος πρόνοιαν τῆς πόλεως τῆς Θαυμ[ακῶν· — — —]
[․․․․․․․c.18․․․․․․․]ομένους, Λάδικον Ἀνδρία, Λαμέδωνα Ἁγησι-
μάχου· ἔνγ[υ]ος τῆς προξενίας Λαμ[έδ]ω[ν] Ἁγησιμ[άχου].
Search Help
Contact Us