Honorary decree for Italos, son of Philiskos, of Gyrton. Marble.
[ ]
Thessalia (Achaia Phthiotis) — Thaumakoi (Domokos) — ca. 50 BC [Kram. 104, F11] — BCH 48 (1924) 369, 4
1 | [ἀ]γαθ[ῇ τ]ύχῃ. |
[στραταγέοντος τῶν Θεσ]σαλῶν Ἰσαγόρα, μηνὸς Ὁ[μολωΐ]ου, ἐννόμου ἐκκλησίας οὔσης, τ[ῶν τ]αγῶ[ν] | |
[․․6․․․ το]ῦ Κλεογέν[εο]ς, Στύφωνος τοῦ Νικοβούλου, Περιάνδρου τοῦ Λάμπου ἐμφανισμὸν ποιησα[μέ]- | |
νων· [ἐπ]ειδὴ Ἰταλὸς Φιλίσκου Γυρτώνιος ἀπὸ τῆς πρώτης ἡλικίας διατελεῖ ἀεί τινος ἀγαθοῦ παραί- | |
5 | τιος γινόμενος τῇ πόλει τῶν Θαυμακῶν καὶ καθ’ ἱδίαν τοῖς ἐντυγχάνουσιν τῶν πολιτῶν, σπου- |
δῆς καὶ φιλοτιμίας οὐθὲν ἐνλείπων τῶν συμφερόντων τῇ πόλει τῇ Θαυμακῶν, καθὼς ἐπιβάλλον ἐσ- | |
〚εσ〛τὶν {²⁶ἐστὶν}²⁶ ἀνδρὶ καλῶι κἀγαθῶι καὶ δόξης ἀντεχομένωι, ἔδοξε τῇ πόλει τῶν Θαυμακῶν ἐπαινέσαι τε | |
Ἰταλὸν ἐπὶ τῇ προαιρέσει, ᾗ ἔχει πρὸς τὴν πόλιν τῶν Θαυμακῶν, καὶ ἐπὶ τοῖς διαπεπραγμένοις ὑ- | |
π’ αὐτοῦ εὐχρήστοις εἰς τὴν πόλιν καὶ εἶναι αὐτὸν τῆς πόλεως τῆς Θαυμακῶν πρόξενον καὶ | |
10 | εὐεργέτην καὶ ὑπάρχειν αὐτῶι τε καὶ ἐγγόνοις παρὰ τῆς πόλεως τῆς Θαυμακῶν τὰ τίμια καὶ |
φιλάνθρωπα, ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς πόλεως ὑπάρχει· καὶ τοὺς ταγοὺς | |
τῆς πόλεως διαποστεῖλαι πρὸς τὴν πόλιν τῶν Γυρτωνίων τὸ ἀντίγραφον τοῦ ψηφίσματος καὶ τῶ[ν] | |
τιμίων· προνοηθῆναι δὲ τοὺς ταγούς, ὅπως ἀναγραφῇ τὸ ψήφισμα καὶ τὰ δεδομένα τίμια, οὗ κ[αὶ τὰ ἄλ]- | |
λα ἐθίζουσιν· παρακαλέσαι δὲ Ἰταλὸν ἀκόλουθον γινόμενον τῇ ἰδίαι προαιρέσει συνεπιδοῦναι [<αὑτὸν εἰς> τὴν προσ]- | |
15 | τατείαν τῆς πόλεως καὶ φροντίζειν ἐμ πᾶσιν. ἔδοξε δὲ τῇ πόλει καὶ πρεσβευτὰς ἐξαποσστ[εῖλαι τοὺς] |
παρακαλέ[σο]ντας Ἰταλὸν ἐπιδέξασθαι τὴν προστατείαν τῆς πόλεως τῆς Θαυμακῶν καὶ συνεπιδοῦ[ναι αὑτόν], | |
[καθό]τι [καὶ ἐν] τοῖ[ς λ]οιποῖς διατετέλεκεν ἐν πᾶσιν ποιούμενος πρόνοιαν τῆς πόλεως τῆς Θαυμ[ακῶν· — — —] | |
[․․․․․․․c.18․․․․․․․]ομένους, Λάδικον Ἀνδρία, Λαμέδωνα Ἁγησι- | |
μάχου· ἔνγ[υ]ος τῆς προξενίας Λαμ[έδ]ω[ν] Ἁγησιμ[άχου]. |