Manumission of Pista by dedication to Serapis. Limestone block.
[ ]
Doris — Boion? (Gravia) — 2nd c. BC — BCH 93 (1969) 82-85 — cf. SEG 40.430 (for ll. 13-14)
1 | ἄρχοντος Τιμαγόρου, μηνὸς Ποκίου, ἱερ̣[ατε]ύον̣[τος τῶι Σαράπει Εὐξία, ἐπὶ] |
τ̣ο̣ῖ̣σδε ἀπέδοτο Ἀλέξων τῶι Σαράπει σῶμα γυ[ν]αικεῖον ἇ̣[ι ὄνομα Πίστα, τιμᾶς ἀρ]- | |
γ̣υ[ρ]ί̣ου [μ]νᾶν τεττάρων ἐπ’ ἐλευθερίαι καθὼς ἐπίστευσε Π[ίστα τῶι θεῶι τὰν ὠνάν], | |
συνευδοκέοντος καὶ τοῦ ὑοῦ Θευκρίτου, ἐφ’ ὧιτε ἐλευθέραν εἶμ[εν καὶ ἀνέφαπτον ἀπὸ] | |
5 | [πάντ]ων καὶ ἀποτρέχουσα οἷς κα θέλῃ. βεβαιωτῆρας κατέ[στασε — — — —] |
Θ̣ευκρίτου, Τιμόλοχον Σωσάνδρου. εἰ δέ τις ἐφάπτοιτο ἐπ[ὶ καταδουλισμῶι] | |
Πίστας, καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Πίστ[αν ὡς ἐλευθέραν] | |
[ἐοῦσαν ἀζ]άμιοι ἐόντες· παραμεινάτω δὲ Πίστα παρὰ Ἀλέξωνα μέχρ̣[ι κα ζῇ] | |
[Ἀλέξων, π]οιέουσα τὸ ἐπιτασσόμενον πᾶν τὸ δυνατόν· εἰ δὲ μὴ ποιέ[οι ἢ παρα]- | |
10 | [μένοι] καθὼς γέγραπται, ἐξουσίαν ἐχέτω Ἀλέξων ἐπιτιμέων Π[ίσται] |
[τρόπωι ὧ]ι κα θέλῃ· εἰ δέ τι κατασκεώσαιτο Πίστα [παρὰ] | |
[Ἀ]λέξωνα, ἀπελθέτω ἔχουσα Πίστα. τὸ ἀντίγραφον τᾶς ὠνᾶς πα- | |
[ρὰ] τὸν ἱερῆ Εὐξίαν. μάρτυροι· Δαμαίνετος, Νικασικλῆς, Ἡράκων, Χαρμά- | |
[δα]ς̣, Ἀρίστων, Τιμόκριτος. |