Manumission of Pista by dedication to Serapis. Limestone block.
[ ] Doris — Boion? (Gravia) — 2nd c. BC — BCH 93 (1969) 82-85 — cf. SEG 40.430 (for ll. 13-14)
1 ἄρχοντος Τιμαγόρου, μηνὸς Ποκίου, ἱερ̣[ατε]ύον̣[τος τῶι Σαράπει Εὐξία, ἐπὶ]
τ̣ο̣ῖ̣σδε ἀπέδοτο Ἀλέξων τῶι Σαράπει σῶμα γυ[ν]αικεῖον ἇ̣[ι ὄνομα Πίστα, τιμᾶς ἀρ]-
γ̣υ[ρ]ί̣ου [μ]νᾶν τεττάρων ἐπ’ ἐλευθερίαι καθὼς ἐπίστευσε Π[ίστα τῶι θεῶι τὰν ὠνάν],
συνευδοκέοντος καὶ τοῦ ὑοῦ Θευκρίτου, ἐφ’ ὧιτε ἐλευθέραν εἶμ[εν καὶ ἀνέφαπτον ἀπὸ]
5 [πάντ]ων καὶ ἀποτρέχουσα οἷς κα θέλῃ. βεβαιωτῆρας κατέ[στασε — — — —]
Θ̣ευκρίτου, Τιμόλοχον Σωσάνδρου. εἰ δέ τις ἐφάπτοιτο ἐπ[ὶ καταδουλισμῶι]
Πίστας, καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Πίστ[αν ὡς ἐλευθέραν]
[ἐοῦσαν ἀζ]άμιοι ἐόντες· παραμεινάτω δὲ Πίστα παρὰ Ἀλέξωνα μέχρ̣[ι κα ζῇ]
[Ἀλέξων, π]οιέουσα τὸ ἐπιτασσόμενον πᾶν τὸ δυνατόν· εἰ δὲ μὴ ποιέ[οι ἢ παρα]-
10 [μένοι] καθὼς γέγραπται, ἐξουσίαν ἐχέτω Ἀλέξων ἐπιτιμέων Π[ίσται]
[τρόπωι ὧ]ι κα θέλῃ· εἰ δέ τι κατασκεώσαιτο Πίστα [παρὰ]
[Ἀ]λέξωνα, ἀπελθέτω ἔχουσα Πίστα. τὸ ἀντίγραφον τᾶς ὠνᾶς πα-
[ρὰ] τὸν ἱερῆ Εὐξίαν. μάρτυροι· Δαμαίνετος, Νικασικλῆς, Ἡράκων, Χαρμά-
[δα]ς̣, Ἀρίστων, Τιμόκριτος.
Search Help
Contact Us