Aretalogy of Isis. Marble stele, broken above and below.
[ ]
Thrace — Maroneia — mid-2nd-early 1st c. BC — Grandjean, Une nouvelle Arétalogie (1975) — SEG 26.821 — Bricault, RICIS 114/0202
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — —]ΑΥΤΗΣ | |
[— — — — — — — — — — — — — — — — — — — ἐλ]άμβανον γὰρ | |
[— — — — — — — — — — —]ν θεωρήσειν, ὅτ̣αν πρὸς τὸ μέγεθος | |
[τῆς εὐε]ργεσίας οἱ λόγοι τῶν ἐπαίνων μὴ ἐλλίπωσιν. v ἧι δὲ | |
5 | [τὰ π]ρῶτα, τὸ μὲν ἐ̣γ̣κ̣ω̣μ̣ί̣ου, τὸ δὲ προσώπου θεῶι κείμενον |
[οὐκ ἀν]θρώπωι. v ὥσπερ οὖν ἐπὶ τῶν ὀμμάτων, Ἶσι, ταῖς εὐχαῖς | |
[ἐπήκο]υσας, ἐλθὲ τοῖς ἐπαίνοις καὶ ἐπὶ δευτέραν εὐχήν· | |
[κα]ὶ γ̣ὰρ τὸ σὸν ἐγκώμιον τῶν ὀμμάτων ἐστὶ κρεῖσσον | |
[ἅπ]αν, οἷς ἔβλεψα τὸν ἥλιον· τούτοις καὶ τὸν σὸν βλέπω κόσμον· | |
10 | πείθομαι δὲ πάντως σε παρέσεσθαι. εἰ γὰρ ὑπὲρ τῆς ἐμῆς καλουμέ- |
νη σωτηρίας ἦλθες, πῶς ὑπὲρ τῆς ἰδίας τιμῆς οὐκ ἂν ἔλθοις; θαρ- | |
ρῶν οὖν πορεύομαι πρὸς τὰ λοιπά, γινώσκων ὅτι τὸ ἐγκώμιον | |
νοῦς μὲν θεοῦ, χεῖρες δὲ γράφουσιν ἀνθρώπου. καὶ πρῶ- | |
τον ἐπὶ τὸ γένος ἥξω, τῶν ἐγκωμίων ποιησάμενος ἀρχὴν | |
15 | τὴν πρώτην σου τοῦ γένους ἀρχήν. γῆν φασι πάντων μη- |
τέρα γενηθῆναι· ταύτηι δὲ σὺ θυγάτηρ ἐσπάρης πρώτηι, | |
σύνοικον δ’ ἔλαβες Σέραπιν καί, τὸν κοινὸν ὑμῶν θεμένων γάμον, | |
τοῖς ὑμετέροις προσώποις ὁ κόσμος ἀνέλαμψεν ἐνομματισθεὶς | |
Ἡλίωι καὶ Σελήνηι. δύο μὲν οὖν ἐστε, καλεῖσθε δὲ πολλοὶ παρ’ ἀν- | |
20 | θρώποις· μόνους γὰρ ὁ βίος ὑμᾶς θεοὺς οἶδεν. πῶς οὖν τῶν |
ἐγκωμίων οὐ δυσκράτητος ὁ λόγος ὅταν δέηι τὸν ἔπαινον | |
πολλοῖς θεοῖς προναῶσαι; αὕτη μεθ’ Ἑρμοῦ γράμμαθ’ εὗρεν | |
καὶ τῶν γραμμάτων ἃ μὲν ἱερὰ τοῖς μύσταις, ἃ δὲ δημόσια | |
τοῖς πᾶσιν. αὕτη τὸ δίκαιον ἔστησεν, ἵν’ ἕκαστος ἡμῶν | |
25 | ὡς ἐκ τῆς φύσεως τὸν θάνατον ἴσον ἔσχεν καὶ ζῆν ἀπὸ τῶν |
ἴσων εἰδῆι. αὕτη τῶν ἀνθρώπων οἷς μὲν βάρβαρον, οἷς δ’ ἑλλη- | |
νίδα διάλεκτον ἔστησεν, ἵν’ ἦι τὸ γένος διαλλάσσον μὴ μό- | |
νον ἀνδράσιν πρὸς γυναῖκας ἀλλὰ καὶ πᾶσι πρὸς πάντας. | |
σὺ νόμους ἔδωκας, θεσμοὶ δ’ ἐκαλοῦντο κατὰ πρώτας· τοι- | |
30 | [γα]ροῦν αἱ πόλεις εὐστάθησαν, οὐ τὴν βίαν νομικὸν ἀλλὰ |
[τ]ὸν νόμον ἀβίαστον εὑροῦσαι. σὺ τιμᾶσθαι γονεῖς ὑπὸ | |
[τ]έκνων ἐποίησας, οὐ μόνον ὡς πατέρων, ἀλλ’ ὡς καὶ θεῶν | |
[φ]ροντίσασα· τοιγαροῦν ἡ χάρις κρείσσων ὅτε τῆς φύσε- | |
ως τὴν ἀνάγκην καὶ θεὰ νόμον ἔγραψεν. σοὶ πρὸς κατοίκησιν | |
35 | Αἴγυπτος ἐστέρχθη. σὺ μάλιστα τῆς Ἑλλάδος ἐτίμησας τὰς |
Ἀθήνας· κεῖθι γὰρ πρῶτον τοὺς καρποὺς ἐξέφηνας· Τριπτόλε- | |
μος δὲ τοὺς ἱεροὺς δράκοντάς σου καταζεύξας ἁρματοφο- | |
ρούμενος εἰς πάντας Ἕλληνας διέδωκε τὸ σπέρμα· τοιγαροῦν | |
τῆς μὲν Ἑλλάδος ἰδεῖν σπεύδομεν τὰς Ἀθήνας, τῶν δ’ Ἀθη- | |
40 | νῶν Ἐλευσῖνα, τῆς μὲν Εὐρώπης νομίζοντες τὴν πόλιν, τῆς |
δὲ πόλεως τὸ ἱερὸν κόσμον. ἔγνω τὸν βίον ἐξ ἀνδρὸς | |
συνεστηκότα καὶ γυναικός· ἔγνω [— — —]τερον τὴν γυ- | |
ναῖκα· πῶς ἔδει τὸ ἧσσον [— — — — — — — — — — — —] | |
[—]Ν ἐσφραγισ[— — — — — — — — — — — — — — — —] | |
45 | [— — — — — — — — — — — — — — — — — — — — — —] |