Treaty between Maroneia and Rome. Stele of local stone.
[ ]
Thrace — Maroneia — 167 BC — Thrakike Epeteris 4 (1983) 419-446 — SEG 35.823; cf. 37.611 — SEG 53.658 (ll. 1-10); cf. 55.743
1 | [ἱ]ερέω̣[ς Διονύσου τοῦ δεῖνος τοῦ δεῖνος], |
πρεσβε[υσάντων τοῦ δεῖνος τοῦ δεῖνος], | |
Ἐπιγόνου το̣[ῦ δεῖνος, τοῦ δεῖνος τοῦ δεῖνος], | |
Μητροφάνου τ̣ο̣[ῦ δεῖνος, τοῦ δεῖνος] | |
5 | τοῦ Ἀθήνεω, Ἀγαθομ̣[ένους τοῦ δεῖνος], |
Πυθίωνος τοῦ Ἡραγόρου̣· π̣[ρὸς τὸν δῆμον τὸν] | |
Ῥωμαίων καὶ τὸν δῆμον τὸν Μ̣[αρωνιτῶν καὶ τὸν] | |
Αἰνίων, τοὺς κεκριμένους ὑπὸ Λευκίο[υ Αἰμιλίου {²⁷Παύλου}²⁷] | |
ἐλευθέρους καὶ πολιτευομένους μετ̣’ [αὐ]- | |
10 | τῶν· φιλία καὶ συμμαχία καλὴ ἔστω καὶ κατὰ |
γῆν καὶ κατὰ θάλασσαν εἰς τὸν ἅπαντα χρόνον | |
πόλεμος δὲ μὴ ἔστω· ὁ δῆμος ὁ τῶν Μαρων[ι]- | |
τῶν τοὺς πολεμίους καὶ ἀντιπολεμίους τοῦ | |
δήμου τοῦ Ῥωμαίων διὰ τῆς ἰδίας χώρας καὶ ἧς | |
15 | [ἂν] αὐτοὶ κρατῶσιν μὴ διιέτωσαν δημοσίαι βο[υ]- |
λῆι δόλωι πονηρῶι, ὥστε τῶι δήμωι τῶι Ῥω- | |
μαίων καὶ τοῖς ὑπ’ αὐτοὺς τασσομένοις πόλεμον | |
ἐκφέρωσιν, μήτε αὐτοὺς σίτωι μήτε ὅπλοις μή- | |
τε ναυσὶν μήτε χρήμασιν χορηγείτωσαν δημοσί[αι] | |
20 | βουλῆι δόλωι πονηρῶι, ὥστε τῶι δήμωι τῶι Ῥω- |
μαίων πόλεμον ἐκφέρωσιν· ὁ δῆμος ὁ τῶν Ῥωμαί- | |
ων τοὺς πολεμίους καὶ ἀντιπολεμίους τοῦ δήμου | |
τοῦ Μαρωνιτῶν διὰ τῆς ἰδίας χώρας καὶ ἧς ἂν αὐτοὶ | |
κρατῶσιν μὴ διιέτωσαν δημοσίαι βουλῆι δόλωι πο- | |
25 | νηρῶι, ὥστε τῶι δήμωι τῶι Μαρωνιτῶν καὶ τοῖς ὑ- |
π’ αὐτοὺς τασσομένοις πόλεμον ἐκφέρωσιν· μήτε | |
αὐτοὺς σίτωι μήτε ὅπλοις μήτε ναυσὶν μήτε χρήμα- | |
σιν χορηγείτωσαν δημοσίαι βουλῆι δόλωι πονηρῶι | |
τοῦ δήμου τοῦ Ῥωμαίων, ὥστε τῶι δήμωι τῶι Μαρωνι- | |
30 | τῶν πόλεμον ἐκφέρωσιν· ἐάν τις πρότερος ἐκφέρηι τῶι |
δήμωι τῶν Ῥωμαίων ἢ τοῖς ὑπὸ Ῥωμαίους τασσομένοις̣ | |
τότε ὁ δῆμος ὁ τῶν Μαρωνιτῶν τῶι δήμωι τῶν Ῥωμαί- | |
ων κατὰ τὸ εὔκαιρον βοηθείτω· ἐάν τις πρότερος πόλε- | |
μον ἐκφέρηι τῶι δήμωι τῶν Μαρωνιτῶν ἢ τοῖς ὑπὸ Μαρω- | |
35 | νίτας τασσομένοις, τότε ὁ δῆμος ὁ τῶν Ῥωμαίων τῶι δή- |
μωι τῶι Μαρωνιτῶν κατὰ τὸ εὔκαιρον βοηθείτω· ἐάν τι | |
πρὸς ταύτην τὴν συμμαχίαν προσθεῖναι ἢ ἐξελεῖν ὁ δῆ- | |
μος ὁ τῶν Ῥωμαίων καὶ ὁ δῆμος ὁ τῶν Μαρωνιτῶν βούλων- | |
ται, κοινῇ βουλῆι ἑκατέρων βουλομένων ἐξέστω καὶ ὃ ἂν προ- | |
40 | σθῶσιν, τοῦτο ἐν τῆι συμ<μ>αχίαι ἐνέστω, ὃ δὲ ἐὰν ἐξέλωσιν, |
τοῦτο ἐν τῆι συμμαχίαι μὴ ἐνέστω. ταύτην τὴν συμμαχίαν γραφῆ- | |
ναι εἰς χάλκωμα καὶ ἀνατεθῆναι ἐμ μὲν Ῥώμῃ ἐν τῷ Καπετωλίῳ | |
ἐν δὲ Μαρωνείαι ἐν τῶι Διονυσίωι. |