Honorary decree for Gaius Apustius and his son Publius Apustius. Parastas of ash-colored marble, inscribed on two sides with nos. 7-10.
[ ] Thrace — Abdera — 2nd c. BC — BCH 37 (1913) 125, 39, Decree 3
1 νομοφυλάκ[ων]· ἐπε[ιδὴ Γάϊος Ἀπούστιος Μάρκου υἱὸς Ῥω]-
μαῖος τὴν πλείστην π[οιεῖται ἀξίως τῆς περὶ ἑαυτὸν ἀρε]-
τῆς τε καὶ διαλήψεως [τῆς πόλεως πρόνοιαν ἐπὶ τῶι συμ]-
φέροντι, ὑπάρχων δὲ κα[ὶ πρόξενος {²⁷πάτρων}²⁷ τῆς πόλεως διατηρεῖ τὸν]
5 [δ]ῆμον ἡμῶν ἐν εἰρήνη[ι καὶ ἐν παντὶ καιρῶι εὔχρηστον ἑαυ]-
τὸν παρέχεται εὐε[ργετῶν καὶ κοινῆι τὴν πόλιν καὶ ἰδίαι]
τοὺς ἐντυνχάνο[ντας {²⁶ἐντυγχάνοντας}²⁶ τῶν πολιτῶν καὶ τῶι ἰδίωι κινδύ]-
νωι συντηρεῖ τὰ {ι} ἡμῶ[ν δίκαια διὰ παντὸς διδοὺς ἀπόδει]-
ξιν τῆς πρὸς τὸν δῆ[μον εὐνοίας, πεποίηται δὲ καὶ τὴν ἐνδη]-
10 μίαν πολλάκις ἐνδη[μήσας εἰς τὴν ἡμετέραν πόλιν εὔτακ]-
[τ]ον καὶ σώφρονα· ὅπως [οὖν καὶ ὁ δῆμος εὐχάριστος ὢν]
φαίνηται καὶ τιμῶν τοὺ[ς ἀγαθοὺς τῶν ἀνδρῶν, ἔδοξεν τῆι βου]-
λῆι καὶ τῶι δήμωι· ἐπῃν[ῆσθαι Γάϊον Ἀπούστιον Μάρκου υἱ]-
ὸν Ῥωμαῖον ἐπὶ τῆι αἱρ[έσει ἣν ἔχων πρὸς τὸν δῆμον ἡ]-
15 μῶν διατελεῖ καὶ ἐπὶ τῶ[ι πεποιῆσθαι τὴν ἐνδημίαν καλὴν]
καὶ εὐσχήμονα καὶ ἀξία[ν τοῦ δήμου τοῦ Ῥωμαίων καὶ τῆς ἡ]-
μετέρας πόλεως, ἐπῃ[νῆσθαι δὲ καὶ τὸν υἱὸν αὐτοῦ Πόπλι]-
ον Ἀπούστιον Γαΐου υἱὸ[ν ἐπὶ τῶι τηρεῖν τὴν τοῦ πατρὸς {²⁷τὴν πατρικὴν}²⁷]
ἀρετήν, καλεῖσθαι δὲ [αὐτοὺς καὶ εἰς προεδρίαν Διονυ]-
20 σίων τῶι ἀγῶνι, ἀνὰ π̣[ᾶν ἔτος, ἕως ἂν ζῶσιν, καὶ στεφα]-
νοῦσθαι χρυσῶι στεφ̣[άνωι αὐτόν, τὴν ἀναγγελίαν ποι]-
ουμένου τοῦ ἱεροκήρ[υκος τήνδε· ὁ δῆμος στεφα]-
νοῖ Γάϊον Ἀπούστιον Μ̣[άρκου υἱὸν Ῥωμαῖον χρυσῶι στεφά]-
νωι ἀρετῆς ἕνεκεν καὶ [δικαιοσύνης τῆς εἰς ἑαυτόν· ὁμοί]-
25 ως δὲ καὶ τὸν υἱὸν αὐτοῦ [Πόπλιον Ἀπούστιον Γαΐου υἱ]-
όν, τὴν ἀναγγελίαν π[οιουμένου τοῦ ἱεροκήρυκος κα]-
θότι προγέγραπται· [ποιήσασθαι δὲ καὶ εἰκόνα χαλκῆν]
ἐπίχρυσον Γαΐου Ἀπο[υστίου Μάρκου υἱοῦ Ῥωμαίου ἀ]-
πὸ ἀλεξανδρείων δρ̣α̣[χμῶν τρισχιλίων· τὸ δὲ ἔργον ἐγδό]-
30 τωσαν οἱ νομοφύλακε[ς οἱ ἐνεστῶτες· τὸν δὲ οἰκονόμον τὸν δεῖνα]-
τον Σωτηρίχου, χορηγῆ[σαι τὴν εἰς ταῦτα δαπάνην μετὰ]
τοῦ ἐπὶ τῶν χρημάτων [ἀποδοθησομένου αὐτοῖς τοῦ ἀργυ]-
[ρ]ίου ἀπὸ τῶν πεσουμένω[ν προσόδων· τὴν δὲ εἰκόνα(?)]
ἀναθέτωσαν ἐν Θεσσ[αλονίκηι, ἐν ὧι ἂν συνχωρηθῆι αὐτοῖς]
35 τόπωι, ἔχουσαν ἐπιγρ[αφὴν τήνδε· ὁ δῆμος ὁ Ἀβδηριτῶν Γάϊον]
Ἀπούστιον Μάρκου υἱὸν Ῥ[ωμαῖον, παραίτιον γενόμενον τῆς]
ἐλευθερίας τῆι πόλει ἡμῶ[ν· καὶ ἀντὶ τῶν χρειῶν τῶν παρασχε]-
θεισῶν ἡμεῖν, δεδόσθαι [αὐτοῖς ἀτέλειαν πάντων καὶ εἴσ]-
πλουν καὶ ἔκπλουν εἰς το[ὺς λιμένας ἀσυλεὶ καὶ ἀσπον]-
40 δεί, καὶ ἔφοδον ἐπί τε βο[υλὴν καὶ τὸν δῆμον πρώτοις]
μετὰ τὰ ἱερὰ καὶ τὰ δημόσι[α· δότωσαν δὲ αὐτοῖς οἱ ἐνεστῶ]-
τες νομοφύλακες ἀντίγραφ[ον τοῦ ψηφίσματος ἐν δι]-
πλώματι σφραγισάμενο[ι τῆι δημοσίαι σφραγῖδι].
τὸ δὲ ψήφισμα τόδε [εἶναι εἰς εὐχαριστίαν τοῦ δήμου].
Search Help
Contact Us