Decree of Abdera in honor of two Teian ambassadors, Amymon and
Megathymos, sent to Rome on its behalf. Marble stele found at Teos.
[ ]
Thrace — Abdera [found at Teos] — 166-160 BC — BCH 4 (1880) 47-59 — Dumont-Homolle (1892) 442, 110b(4) — Syll.³ 656
1 | ὁ δῆμος ὁ Ἀβ[δηριτῶν] |
left wreath.2 | Ἀμύμο- |
να Ἐπι- | |
κούρου. | |
right wreath.2 | Μεγάθυ- |
μον Ἀθη- | |
ναίου. | |
5 | ἐπειδὴ χρείας τῶι δήμ[ωι γενο]μένης πρεσβείας εἰς |
Ῥώμην ὑπὲρ τῆς πατρίο[υ χώρας], περὶ ἧς ἐπιδοὺς ἀξίω- | |
μα βασιλεὺς Θρᾳκῶν Κότ[υς τῆι συ]γκλήτωι διά τε τοῦ υἱοῦ | |
αὐτοῦ καὶ τῶν ἅμ’ ἐκείν[ωι ἐξ]αποσταλέντων ὑπ’ [αὐ]- | |
τοῦ πρεσβευτῶν ᾔτει τ[ὴν π]άτριον ἡμῶν χώραν, | |
10 | αἱρεθέντες πρεσβευτα[ὶ ὑπὸ το]ῦ δήμου τοῦ Τηΐων Ἀμύ- |
μων τε Ἐπικούρου καὶ Μ[εγάθυμ]ος Ἀθηναίου, ἄνδρες | |
καλοὶ καὶ ἀγαθοὶ καὶ ἄξ[ιοι τῆς ἰδ]ίας πατρίδος καὶ εὖνοι | |
τῶι ἡμετέρωι δήμωι, οἵτ[ινες τὴ]ν πᾶσαν σπουδήν τε καὶ | |
φιλοτιμίαν εἰσήνεγκαν, [προθ]υμίας οὐδὲν ἐλλείπον- | |
15 | τες, ἔν τε γὰρ ταῖς συνεδ[ρίαις τ]αῖς γενομέναις ὑπὲρ τῆς |
χώρας πᾶσαν ἐπίνοιαν π[αρέσχ]οντο χάριν τοῦ μηθὲν π[α]- | |
ραλειφθῆναι τῶν δυναμ[ένων ἐπα]νορθῶσαι τὰ πράγματα, ἀ- | |
ρίστην ἅμα καὶ σωτήριον ὑ[πὲρ τῶ]ν ἀπορουμένων ἀεὶ προ[σ]- | |
τιθέντες γνώμην, εἴς τε [Ῥώμην π]ρεσβεύσαντες ὑπὲρ τοῦ | |
20 | δήμου ψυχικὴν ἅμα καὶ σω[ματικὴν] ὑπέμειναν κ[α]κοπαθίαν, |
ἐντυγχάνοντες μὲν τοῖ[ς ἡγουμένοι]ς Ῥωμαίων καὶ ἐξομηρευ- | |
όμενοι διὰ τῆς καθ’ ἡμέρα[ν καρ]τερήσεως, παραστησάμε- | |
νοι δὲ τοὺς πάτρωνας τῆς [πόλ]εως εἰς τὴν ὑπὲρ τοῦ ἡμε- | |
τέρου δήμου βοήθειαν, τ[οὺς δὲ προ]νοουμένους τοῦ ἀντιδίκου | |
25 | ἡμῶν καὶ προστατοῦντα[ς διὰ τῆς τ]ῶν πραγμάτων παραθέσει- |
ώς τε καὶ τῆς καθ’ ἡμέρα[ν γενομέν]ης ἐφοδείας ἐπὶ τῶν ἀτρί- | |
ων ἐφιλοποιοῦντο· περὶ δ[ὴ τούτων ἔ]δοξεν τῆι βουλῆι καὶ τῶι δή- | |
μωι τῶι Ἀβδηριτῶν ἐπαιν[έσαι το]ὺς προγεγραμμένους ἄν- | |
δρας καὶ καλεῖσθαι εἰς προ[εδρίαν κατ’] ἐνιαυτὸν Διονυσίων τῶι ἀ- | |
30 | γῶνι ἕως ἂν ζῶσιν, καὶ σ[τεφανοῦσ]θαι χρυσῶι στεφάνωι ἐς ἀεί, |
τὴν ἀναγγελίαν ποιουμέν[ου τοῦ] κήρυκος, διότι ὁ δῆμος στε- | |
φανοῖ χρυσῶι στεφάνωι Ἀ[μύμονα Ἐ]πικούρου Τήϊον ἀρετῆς ἕνε- | |
κεν καὶ εὐνοίας τῆς εἰς ἑα[υτόν, καὶ Με]γάθυμον Ἀθηναίου Τήϊον χρυ- | |
σῶι στεφάνωι ἀρετῆς ἕνε[κεν καὶ εὐν]οίας τῆς εἰς ἑαυτόν· οἱ δὲ νο- | |
35 | μοφύλακες οἱ ἐπὶ ἱερέως ΗΡΑ[․․․․․ ἀν]αγραψάτωσαν τόδε τὸ ψήφισ- |
μα εἰς στήλην λευκοῦ λίθ[ου καὶ στησά]τωσαν ἐν τῶι ἐπιφανεστά- | |
τωι τόπωι τῆς ἀγορᾶς· ἵνα [δὲ Τήϊοι γ]ινώσκ̣ωσιν τὴν τοῦ δήμου | |
προθυμίαν, ἣν ἔχει πρὸς τ[οὺς καλοὺς] καὶ ἀγαθοὺς τῶν ἀνδρῶν, ἑ- | |
<λ>έσθωσαν οἱ νομοφύλακ[ες πρεσβε]υτὰς δύο πρὸς Τηΐους, οἵτ[ιν]ες | |
40 | ἀποδημήσαντες εἰς Τέ[ων καὶ δό]ντες τόδε τὸ ψήφισμα παρακα- |
λέσουσιν Τηΐους προσαγγ[εῖλαι τὰς ἐ]ψηφισμένας ὑπὸ τοῦ δήμου ἡ- | |
μῶν τοῖς πολίταις αὐτῶν [τιμὰς καὶ σ]υγχωρῆσαι τοῖς πρεσβευταῖς | |
στῆσαι στήλην λευκοῦ λίθ[ου ἐν τῶι ἐ]πιφανεστάτωι τόπωι, ἐν ἧι καὶ | |
ἀναγραφήσεται τόδε τὸ ψή[φισμα· τὸ δ]ὲ γενόμενον ἀνάλωμα εἴς | |
45 | τε τὴν στήλην καὶ τὴν ἀναγ[ραφὴν] τοῦ ψηφίσματος ἀπογραψά- |
μενοι τῆι πόλει οἱ πρεσβε[υταί, ὅπω]ς ἀμείβωνται, κομισ̣ά̣[σ]θ̣ωσαν | |
ἀπὸ τῆς τραπέζης, θεμέν[ων αὐτοῖς] τὸ διπλάσιον τῶν νομοφυλά- | |
κων ἀπὸ τῶν εἰς τὰς πρεσβ[είας· τὸ δὲ] ψήφισμα τόδε εἶναι εἰς εὐχα- | |
ριστίαν τοῦ δήμου· ε[ἱρέθησα]ν πρεσβευταὶ Ἡρακλεί- | |
50 | δης Ἀλκίφρονος, Ἀλκ[ίφρων Δη]μητρίου. |