Decree of Abdera in honor of two Teian ambassadors, Amymon and Megathymos, sent to Rome on its behalf.  Marble stele found at Teos. 
[ ] Thrace — Abdera [found at Teos] — 166-160 BC — BCH 4 (1880) 47-59 — Dumont-Homolle (1892) 442, 110b(4) — Syll.³ 656
1 ὁ δῆμος ὁ Ἀβ[δηριτῶν]
left wreath.2 Ἀμύμο-
να Ἐπι-
κούρου.
right wreath.2 Μεγάθυ-
μον Ἀθη-
ναίου.
5 ἐπειδὴ χρείας τῶι δήμ[ωι γενο]μένης πρεσβείας εἰς
Ῥώμην ὑπὲρ τῆς πατρίο[υ χώρας], περὶ ἧς ἐπιδοὺς ἀξίω-
μα βασιλεὺς Θρᾳκῶν Κότ[υς τῆι συ]γκλήτωι διά τε τοῦ υἱοῦ
αὐτοῦ καὶ τῶν ἅμ’ ἐκείν[ωι ἐξ]αποσταλέντων ὑπ’ [αὐ]-
τοῦ πρεσβευτῶν ᾔτει τ[ὴν π]άτριον ἡμῶν χώραν,
10 αἱρεθέντες πρεσβευτα[ὶ ὑπὸ το]ῦ δήμου τοῦ Τηΐων Ἀμύ-
μων τε Ἐπικούρου καὶ Μ[εγάθυμ]ος Ἀθηναίου, ἄνδρες
καλοὶ καὶ ἀγαθοὶ καὶ ἄξ[ιοι τῆς ἰδ]ίας πατρίδος καὶ εὖνοι
τῶι ἡμετέρωι δήμωι, οἵτ[ινες τὴ]ν πᾶσαν σπουδήν τε καὶ
φιλοτιμίαν εἰσήνεγκαν, [προθ]υμίας οὐδὲν ἐλλείπον-
15 τες, ἔν τε γὰρ ταῖς συνεδ[ρίαις τ]αῖς γενομέναις ὑπὲρ τῆς
χώρας πᾶσαν ἐπίνοιαν π[αρέσχ]οντο χάριν τοῦ μηθὲν π[α]-
ραλειφθῆναι τῶν δυναμ[ένων ἐπα]νορθῶσαι τὰ πράγματα, ἀ-
ρίστην ἅμα καὶ σωτήριον ὑ[πὲρ τῶ]ν ἀπορουμένων ἀεὶ προ[σ]-
τιθέντες γνώμην, εἴς τε [Ῥώμην π]ρεσβεύσαντες ὑπὲρ τοῦ
20 δήμου ψυχικὴν ἅμα καὶ σω[ματικὴν] ὑπέμειναν κ[α]κοπαθίαν,
ἐντυγχάνοντες μὲν τοῖ[ς ἡγουμένοι]ς Ῥωμαίων καὶ ἐξομηρευ-
όμενοι διὰ τῆς καθ’ ἡμέρα[ν καρ]τερήσεως, παραστησάμε-
νοι δὲ τοὺς πάτρωνας τῆς [πόλ]εως εἰς τὴν ὑπὲρ τοῦ ἡμε-
τέρου δήμου βοήθειαν, τ[οὺς δὲ προ]νοουμένους τοῦ ἀντιδίκου
25 ἡμῶν καὶ προστατοῦντα[ς διὰ τῆς τ]ῶν πραγμάτων παραθέσει-
ώς τε καὶ τῆς καθ’ ἡμέρα[ν γενομέν]ης ἐφοδείας ἐπὶ τῶν ἀτρί-
ων ἐφιλοποιοῦντο· περὶ δ[ὴ τούτων ἔ]δοξεν τῆι βουλῆι καὶ τῶι δή-
μωι τῶι Ἀβδηριτῶν ἐπαιν[έσαι το]ὺς προγεγραμμένους ἄν-
δρας καὶ καλεῖσθαι εἰς προ[εδρίαν κατ’] ἐνιαυτὸν Διονυσίων τῶι ἀ-
30 γῶνι ἕως ἂν ζῶσιν, καὶ σ[τεφανοῦσ]θαι χρυσῶι στεφάνωι ἐς ἀεί,
τὴν ἀναγγελίαν ποιουμέν[ου τοῦ] κήρυκος, διότι ὁ δῆμος στε-
φανοῖ χρυσῶι στεφάνωι Ἀ[μύμονα Ἐ]πικούρου Τήϊον ἀρετῆς ἕνε-
κεν καὶ εὐνοίας τῆς εἰς ἑα[υτόν, καὶ Με]γάθυμον Ἀθηναίου Τήϊον χρυ-
σῶι στεφάνωι ἀρετῆς ἕνε[κεν καὶ εὐν]οίας τῆς εἰς ἑαυτόν· οἱ δὲ νο-
35 μοφύλακες οἱ ἐπὶ ἱερέως ΗΡΑ[․․․․․ ἀν]αγραψάτωσαν τόδε τὸ ψήφισ-
μα εἰς στήλην λευκοῦ λίθ[ου καὶ στησά]τωσαν ἐν τῶι ἐπιφανεστά-
τωι τόπωι τῆς ἀγορᾶς· ἵνα [δὲ Τήϊοι γ]ινώσκ̣ωσιν τὴν τοῦ δήμου
προθυμίαν, ἣν ἔχει πρὸς τ[οὺς καλοὺς] καὶ ἀγαθοὺς τῶν ἀνδρῶν, ἑ-
<λ>έσθωσαν οἱ νομοφύλακ[ες πρεσβε]υτὰς δύο πρὸς Τηΐους, οἵτ[ιν]ες
40 ἀποδημήσαντες εἰς Τέ[ων καὶ δό]ντες τόδε τὸ ψήφισμα παρακα-
λέσουσιν Τηΐους προσαγγ[εῖλαι τὰς ἐ]ψηφισμένας ὑπὸ τοῦ δήμου ἡ-
μῶν τοῖς πολίταις αὐτῶν [τιμὰς καὶ σ]υγχωρῆσαι τοῖς πρεσβευταῖς
στῆσαι στήλην λευκοῦ λίθ[ου ἐν τῶι ἐ]πιφανεστάτωι τόπωι, ἐν ἧι καὶ
ἀναγραφήσεται τόδε τὸ ψή[φισμα· τὸ δ]ὲ γενόμενον ἀνάλωμα εἴς
45 τε τὴν στήλην καὶ τὴν ἀναγ[ραφὴν] τοῦ ψηφίσματος ἀπογραψά-
μενοι τῆι πόλει οἱ πρεσβε[υταί, ὅπω]ς ἀμείβωνται, κομισ̣ά̣[σ]θ̣ωσαν
ἀπὸ τῆς τραπέζης, θεμέν[ων αὐτοῖς] τὸ διπλάσιον τῶν νομοφυλά-
κων ἀπὸ τῶν εἰς τὰς πρεσβ[είας· τὸ δὲ] ψήφισμα τόδε εἶναι εἰς εὐχα-
ριστίαν τοῦ δήμου· ε[ἱρέθησα]ν πρεσβευταὶ Ἡρακλεί-
50 δης Ἀλκίφρονος, Ἀλκ[ίφρων Δη]μητρίου.
Search Help