Decree of Abdera in honor of two Teian ambassadors, Amymon and
Megathymos, sent to Rome on its behalf. Marble stele found at Teos.
[ ]
Thrace — Abdera [found at Teos] — 166-160 BC — BCH 4 (1880) 47-59 — Dumont-Homolle (1892) 442, 110b(4) — Syll.³ 656
| 1 | ὁ δῆμος ὁ Ἀβ[δηριτῶν] |
| left wreath.2 | Ἀμύμο- |
| να Ἐπι- | |
| κούρου. | |
| right wreath.2 | Μεγάθυ- |
| μον Ἀθη- | |
| ναίου. | |
| 5 | ἐπειδὴ χρείας τῶι δήμ[ωι γενο]μένης πρεσβείας εἰς |
| Ῥώμην ὑπὲρ τῆς πατρίο[υ χώρας], περὶ ἧς ἐπιδοὺς ἀξίω- | |
| μα βασιλεὺς Θρᾳκῶν Κότ[υς τῆι συ]γκλήτωι διά τε τοῦ υἱοῦ | |
| αὐτοῦ καὶ τῶν ἅμ’ ἐκείν[ωι ἐξ]αποσταλέντων ὑπ’ [αὐ]- | |
| τοῦ πρεσβευτῶν ᾔτει τ[ὴν π]άτριον ἡμῶν χώραν, | |
| 10 | αἱρεθέντες πρεσβευτα[ὶ ὑπὸ το]ῦ δήμου τοῦ Τηΐων Ἀμύ- |
| μων τε Ἐπικούρου καὶ Μ[εγάθυμ]ος Ἀθηναίου, ἄνδρες | |
| καλοὶ καὶ ἀγαθοὶ καὶ ἄξ[ιοι τῆς ἰδ]ίας πατρίδος καὶ εὖνοι | |
| τῶι ἡμετέρωι δήμωι, οἵτ[ινες τὴ]ν πᾶσαν σπουδήν τε καὶ | |
| φιλοτιμίαν εἰσήνεγκαν, [προθ]υμίας οὐδὲν ἐλλείπον- | |
| 15 | τες, ἔν τε γὰρ ταῖς συνεδ[ρίαις τ]αῖς γενομέναις ὑπὲρ τῆς |
| χώρας πᾶσαν ἐπίνοιαν π[αρέσχ]οντο χάριν τοῦ μηθὲν π[α]- | |
| ραλειφθῆναι τῶν δυναμ[ένων ἐπα]νορθῶσαι τὰ πράγματα, ἀ- | |
| ρίστην ἅμα καὶ σωτήριον ὑ[πὲρ τῶ]ν ἀπορουμένων ἀεὶ προ[σ]- | |
| τιθέντες γνώμην, εἴς τε [Ῥώμην π]ρεσβεύσαντες ὑπὲρ τοῦ | |
| 20 | δήμου ψυχικὴν ἅμα καὶ σω[ματικὴν] ὑπέμειναν κ[α]κοπαθίαν, |
| ἐντυγχάνοντες μὲν τοῖ[ς ἡγουμένοι]ς Ῥωμαίων καὶ ἐξομηρευ- | |
| όμενοι διὰ τῆς καθ’ ἡμέρα[ν καρ]τερήσεως, παραστησάμε- | |
| νοι δὲ τοὺς πάτρωνας τῆς [πόλ]εως εἰς τὴν ὑπὲρ τοῦ ἡμε- | |
| τέρου δήμου βοήθειαν, τ[οὺς δὲ προ]νοουμένους τοῦ ἀντιδίκου | |
| 25 | ἡμῶν καὶ προστατοῦντα[ς διὰ τῆς τ]ῶν πραγμάτων παραθέσει- |
| ώς τε καὶ τῆς καθ’ ἡμέρα[ν γενομέν]ης ἐφοδείας ἐπὶ τῶν ἀτρί- | |
| ων ἐφιλοποιοῦντο· περὶ δ[ὴ τούτων ἔ]δοξεν τῆι βουλῆι καὶ τῶι δή- | |
| μωι τῶι Ἀβδηριτῶν ἐπαιν[έσαι το]ὺς προγεγραμμένους ἄν- | |
| δρας καὶ καλεῖσθαι εἰς προ[εδρίαν κατ’] ἐνιαυτὸν Διονυσίων τῶι ἀ- | |
| 30 | γῶνι ἕως ἂν ζῶσιν, καὶ σ[τεφανοῦσ]θαι χρυσῶι στεφάνωι ἐς ἀεί, |
| τὴν ἀναγγελίαν ποιουμέν[ου τοῦ] κήρυκος, διότι ὁ δῆμος στε- | |
| φανοῖ χρυσῶι στεφάνωι Ἀ[μύμονα Ἐ]πικούρου Τήϊον ἀρετῆς ἕνε- | |
| κεν καὶ εὐνοίας τῆς εἰς ἑα[υτόν, καὶ Με]γάθυμον Ἀθηναίου Τήϊον χρυ- | |
| σῶι στεφάνωι ἀρετῆς ἕνε[κεν καὶ εὐν]οίας τῆς εἰς ἑαυτόν· οἱ δὲ νο- | |
| 35 | μοφύλακες οἱ ἐπὶ ἱερέως ΗΡΑ[․․․․․ ἀν]αγραψάτωσαν τόδε τὸ ψήφισ- |
| μα εἰς στήλην λευκοῦ λίθ[ου καὶ στησά]τωσαν ἐν τῶι ἐπιφανεστά- | |
| τωι τόπωι τῆς ἀγορᾶς· ἵνα [δὲ Τήϊοι γ]ινώσκ̣ωσιν τὴν τοῦ δήμου | |
| προθυμίαν, ἣν ἔχει πρὸς τ[οὺς καλοὺς] καὶ ἀγαθοὺς τῶν ἀνδρῶν, ἑ- | |
| <λ>έσθωσαν οἱ νομοφύλακ[ες πρεσβε]υτὰς δύο πρὸς Τηΐους, οἵτ[ιν]ες | |
| 40 | ἀποδημήσαντες εἰς Τέ[ων καὶ δό]ντες τόδε τὸ ψήφισμα παρακα- |
| λέσουσιν Τηΐους προσαγγ[εῖλαι τὰς ἐ]ψηφισμένας ὑπὸ τοῦ δήμου ἡ- | |
| μῶν τοῖς πολίταις αὐτῶν [τιμὰς καὶ σ]υγχωρῆσαι τοῖς πρεσβευταῖς | |
| στῆσαι στήλην λευκοῦ λίθ[ου ἐν τῶι ἐ]πιφανεστάτωι τόπωι, ἐν ἧι καὶ | |
| ἀναγραφήσεται τόδε τὸ ψή[φισμα· τὸ δ]ὲ γενόμενον ἀνάλωμα εἴς | |
| 45 | τε τὴν στήλην καὶ τὴν ἀναγ[ραφὴν] τοῦ ψηφίσματος ἀπογραψά- |
| μενοι τῆι πόλει οἱ πρεσβε[υταί, ὅπω]ς ἀμείβωνται, κομισ̣ά̣[σ]θ̣ωσαν | |
| ἀπὸ τῆς τραπέζης, θεμέν[ων αὐτοῖς] τὸ διπλάσιον τῶν νομοφυλά- | |
| κων ἀπὸ τῶν εἰς τὰς πρεσβ[είας· τὸ δὲ] ψήφισμα τόδε εἶναι εἰς εὐχα- | |
| ριστίαν τοῦ δήμου· ε[ἱρέθησα]ν πρεσβευταὶ Ἡρακλεί- | |
| 50 | δης Ἀλκίφρονος, Ἀλκ[ίφρων Δη]μητρίου. |