[ ]
Karpathos Isl. — Arkaseia — 2nd c. BC
[— — — — — — — — — — στεφανῶ]- | |
[σαι] θαλλοῦ στεφάνωι [τὸν δεῖνα] | |
[Κ]ίμωνος Ἐφέσιον vac. ἀρετᾶς ἕ̣[νε]- | |
[κ]α καὶ εὐνοίας ἃν ἔχων διατελεῖ | |
[π]οτί τε τὸ κοινὸν τὸ Ἀρκασειέων καὶ | |
5 | τοὺς κατοικεῦντας ἐν Ἀρκασείαι. |
τᾶς δὲ στεφανώσιος καὶ τᾶς | |
ἀναγραφᾶς τοῦδε τοῦ ψαφίσματος | |
ἐπιμεληθήτωισαν οἱ ἱεροθῦται τοὶ | |
ἐν ἀρχᾶι ἐόντες ⋮ καὶ ἀναγράψαν- | |
10 | τες εἰς στάλαν λιθίναν ἀναθέν- |
τωι ἐν τῶι ἱερῶι τᾶς Ἀθανᾶς ἐν τῶι | |
προνάωι. v καλεσάντωι δὲ αὐτὸν | |
καὶ ἐπὶ ξένια εἰς τὸ ἱεροθυτεῖον. |