[ ]
Karpathos Isl. — Arkaseia — 2nd c. BC
| [— — — — — — — — — — στεφανῶ]- | |
| [σαι] θαλλοῦ στεφάνωι [τὸν δεῖνα] | |
| [Κ]ίμωνος Ἐφέσιον vac. ἀρετᾶς ἕ̣[νε]- | |
| [κ]α καὶ εὐνοίας ἃν ἔχων διατελεῖ | |
| [π]οτί τε τὸ κοινὸν τὸ Ἀρκασειέων καὶ | |
| 5 | τοὺς κατοικεῦντας ἐν Ἀρκασείαι. |
| τᾶς δὲ στεφανώσιος καὶ τᾶς | |
| ἀναγραφᾶς τοῦδε τοῦ ψαφίσματος | |
| ἐπιμεληθήτωισαν οἱ ἱεροθῦται τοὶ | |
| ἐν ἀρχᾶι ἐόντες ⋮ καὶ ἀναγράψαν- | |
| 10 | τες εἰς στάλαν λιθίναν ἀναθέν- |
| τωι ἐν τῶι ἱερῶι τᾶς Ἀθανᾶς ἐν τῶι | |
| προνάωι. v καλεσάντωι δὲ αὐτὸν | |
| καὶ ἐπὶ ξένια εἰς τὸ ἱεροθυτεῖον. |