[ ]
Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — ca. 250 BC — REG 112 (1999) 17-36,2
| — — — — — — — — — — — — — — — | |
| 1 | — — —ΙΟΥ#⁷Υ— — — — — — — — —ΝΙΩΙΓΑΙΤΟΥΜ |
| ․․Σ․․․ΣΣΥ․․․․․․ΟΥΝΑΙ․․ΛΟ․․Μυλασεῦσι | |
| τοὺς πατρίους νόμους· τύχηι τῆι ἀγαθῆι· ἐπαινέ- | |
| σαι τὸν δῆμον τὸν Κολοφωνίων ἐπὶ τῆι αἱρέσει | |
| 5 | ἣν [ἔχων εἰ]ς τὸν δῆμον τυγχάνει καὶ ἐπὶ τῶι τοι- |
| ούτους ἄνδρας προχειρίσασθαι, ἐπαινέσαι δὲ | |
| καὶ τοὺς δικαστὰς Φιλιστῆ, Ἡλιόδωρον, Νικό- | |
| στρατον, Ἡγησίτιμον, Ξενοκλῆν ἀρετῆς ἕνε- | |
| κεν καὶ δικαιοσύνης· δεδόσθαι δὲ αὐτοῖς κα[ὶ] | |
| 10 | ἐκγόνοις πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι τῶν λοι- |
| πῶ̣ν πολιτῶν· εἶναι δὲ αὐτοὺς καὶ προξέ- | |
| νους τοῦ δήμου· ὑπάρχειν δὲ αὐτοῖς, | |
| ὅταν ὁ δῆμος γυμνικὸν ἢ μουσικὸν ἀγῶ- | |
| να συντελῇ, προεδρίαν οὖσιν εὐεργέ- | |
| 15 | ταις· δεδόσθαι δὲ αὐτοῖς καὶ ἀτέλειαν |
| εἰς πάντα τὸν [χ]ρό̣ν<ον> ὧν ὁ δῆ<μ>ος ἐστὶ κύρι- | |
| ος· ἵνα δὲ τι[μῶν]ται Κολοφώνιοι καὶ συμφα- | |
| νεῖς ὦσι Μυλασε[ῖ]ς πᾶσι τοῖς τε ν<ῦν> οὖσιν | |
| τοῖς τε ἐπιγινομένοις ὅτι ἐπίστανται | |
| 20 | χάριν ἀποδιδόναι τοῖς αὐτὸν εὐεργε- |
| τήσασιν ἀξίαν τῶν εὐεργεσιῶν, vvvvv | |
| ἀναγράψαι {δὲ} τόδε τὸ ψήφισμα τοὺς vv | |
| πράκτορας καὶ ταμίας κατὰ τὸν νόμο[ν] | |
| [ἐ]ν τῶι ἱερῶι τοῦ Διὸς οὗ καὶ τοὺς λ̣οιπ[οὺς] | |
| 25 | εὐεργέτας ἐν τῶι ἐπιφανεστάτωι vvvv |
| τόπωι· ἑλέσθαι δὲ καὶ πρεσβευτήν, τῶν | |
| πολιτῶν, ὃς ἀφικόμενος εἰς Κολοφῶνα | |
| τό τε ψήφισμα ἀποδώσει Κολοφωνίοις καὶ | |
| ἐπαινέσει αὐτοὺς ὑπὲρ τοῦ δήμου καὶ vvv | |
| 30 | τοὺς ἀποσταλέντας δικαστάς. γνώμη ἀρ- |
| χόντων· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή- | |
| μωι συντελεῖσθαι τοῖς δικασταῖς καὶ τῶι | |
| δήμωι τῶι Κολοφωνίων καθάπερ Ἰάσων | |
| εἰσεγράψατο. ᾑρέθη πρεσβευτής· vvv | |
| 35 | vvv Εἰρηναῖος Ἰάσονος. |