[ ] Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — 1st half 3rd c. BC — REG 112 (1999) 2-17,1 ll. 19-53
19 [ἔδοξεν τῆι] βουλῆι καὶ τῶι δήμωι, προέδρων γνώμη· {²vac.}²
20 [ἐπειδὴ ὁ δῆ]μος ὁ Ἀιγαιέων, ἀποστείλας ψήφισμα καὶ πρεσβευ-
[τὴν Πύθεο]ν̣ Διονύτα, ἐπαινεῖ τὸν δῆμον καὶ στεφανοῖ χρυσῶι
[στεφάνω]ι ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον τὸν Αἰ-
[γαιέ]ω̣ν, ἐπαινεῖ δὲ καὶ τοὺς ἀποσταλέντας δικαστὰς καὶ στε-
[φανοῖ χ]ρ̣υσῶι στεφάνωι ἐπὶ τῶι δικάσαι τὰς δίκας ὀρθῶς καὶ
25 [δικ]α̣ίως, δίδωσι δὲ αὐτοῖς καὶ πολιτείαν καὶ προξενίαν κα-
[θ]ὼ̣ς τετάχασι διὰ τοῦ ψηφίσματος τοῖς ἄρχουσιν ἐπιμέλεια̣[ν]
[π]ο̣ιήσασθαι ὅπως ἐν τοῖς κατὰ τοὺς νόμους χρόνοις συντελεσ̣-
θῆι αὐτοῖς τά τε κατὰ τὴμ πολιτείαν καὶ τὴν προξενίαν, ἐ̣-
ψηφισμένοι δέ εἰσιν καὶ ὅπως οἱ στέφανοι ἀναγορευθῶσιν [ἐν]
30 τοῖς Διονυσίοις, ἀξιοῦσιν δὲ καὶ ἡμᾶς ποιήσασθαι τὴν ἀναγ-
γελίαν τῶν στεφάνων ἔν τε τοῖς Κλαρίοις καὶ τοῖς Διονυσίοις
ὅταν ἡ πόλις πρῶτον τοὺς ἀγῶνας συντελῆι καὶ ἀναγράψαι [τὸ]
ψήφισμα εἰς στήλην λιθίνην καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν ὅπο[υ ἂν]
φαίνηται ἐπιτήδειον εἶναι, vv δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι
35 ἐπαινέσαι μὲν τὸν δῆμον τὸν Αἰγαιέων ἐπί τε τῆι καλοκαγα-
θίαι καὶ τῆι αἱρέσει ἣν ἔχει εἰς τὸν δῆμον καὶ ἐπὶ τῶι τοῖς κα-
λοῖς καὶ ἀγαθοῖς τῶν ἀνδρῶν τὴμ προσήκουσαν ἀποδιδόναι
τιμὴν καὶ χάριν, ἐπαινέσαι δὲ καὶ τοὺς ἀποσταλέντας δι-
καστὰς Ἀπολλόδωρον Ἀπολλοδώρου Κωλίδην, Λεωμέδοντα
40 Τ̣ιμαγόρου, Ἀπολλόδωρον Ἡγησιμάχου ἐπὶ τῶι δικάσαι τὰς δί-
κας Αἰγαιεῦσιν ὀρθῶς καὶ δικαίως, μετὰ παντὸς τοῦ βελτίστου
ποιουμένους τὰς κρίσεις· ἵνα δὲ καὶ οἱ στέφανοι ἀναγγελῶσι[ν]
ἔν τε τοῖς Κλαρίοις καὶ τοῖς Διονυσίοις καθότι ἠξιώκασιν
Αἰγαιεῖς, ἐπιμεληθῆναι τῆς ἀναγγελίας τῶν στεφάνων, ὅταν ἡ
45 πόλις πρῶτον τοὺς ἀγῶνας συντελῆι, τοῖς μὲν μεγάλοις
Κλαρίοις τοὺς ἀγωνθέτας, τοῖς δὲ Διονυσίοις τὸμ πρύτανι[ν]·
ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τὸ παρ’ Ἀιγαιέων καὶ τόδε εἰς στή-
λην λιθίνην καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Κλα-
ρίου· τὸ δὲ ἔργον τῆς κατασκευῆς τῆς στήλης καὶ τῆς ἀναγρα-
50 φῆς τῶμ ψηφισμάτων μισθῶσαι τὸν οἰκονόμον Κόρωνον καὶ τῶι
μισθωσαμένωι δοῦναι τὴν δόσιν, συγγραφὴν δὲ τὸν ἀρχιτέκτο-
να γράψαι· δοῦναι δὲ καὶ τῶι πρεσβευτῆι τὸν οἰκονόμον Κόρωνον
ξένια τὰ ἐκ τοῦ νόμου.
Search Help
Contact Us