[ ]
Pamph. — Syedra (Seki, nr.) — 1st c. BC — Dkschr.Wien 85.1965.21,26 — EA 27.1996.30,15 — SEG 41.1411
1 | Πάμφυλοι Συεδρῆες ἐπιξύν[ῳ ἐν ἀρούρῃ] |
ναίοντες χθόνα παμμιγέων ε․․․․․․ακα φωτῶν, | |
Ἄρηος δείκηλον ἐναιμέος ἀνδροφόνοιο | |
στήσαντες μεσάτῳ πόλιος [․]α[․]α ἔρδετε θύσθλα, | |
5 | δεσμοῖς Ἑρμείαο σιδηρείοις μιν ἔχοντ<ο>ς· |
ἐγ δ’ ἑτέροιο Δίκη σφε θεμιστεύουσα δικάζ[οι]· | |
αὐτὰρ ὁ λισσομένῳ ἴκελος πέλοι· ὧδε γ[ὰρ ὑ]μεῖν | |
ἔσσεται εἰρηναῖος, ἀνάρσιον ὄχλον ἐ[λά]σσας | |
τῆλε πάτρης, ὄρσει δὲ πολύλλιτον εὐοχθείαν. | |
10 | σὺν δὲ καὶ ὑμέες ἅπτεσθαι κρατεροῖο [π]όν[οι]ο, |
ἢ σεύοντες ἢ ἐν δεσμοῖς ἀλύτοις πε[δ]όω[ντες], | |
μηδ’ ὄκνῳ δόμεναι ληϊστήρων τίσ[ι]ν αἰν[ήν]· | |
οὕτω γὰρ μάλα πᾶσαν ὑπεγδύσε[σθε κ]όλο[υσιν]. |