[ ]
Pamph. — Syedra (Seki, nr.) — 1st c. BC — Dkschr.Wien 85.1965.21,26 — EA 27.1996.30,15 — SEG 41.1411
| 1 | Πάμφυλοι Συεδρῆες ἐπιξύν[ῳ ἐν ἀρούρῃ] |
| ναίοντες χθόνα παμμιγέων ε․․․․․․ακα φωτῶν, | |
| Ἄρηος δείκηλον ἐναιμέος ἀνδροφόνοιο | |
| στήσαντες μεσάτῳ πόλιος [․]α[․]α ἔρδετε θύσθλα, | |
| 5 | δεσμοῖς Ἑρμείαο σιδηρείοις μιν ἔχοντ<ο>ς· |
| ἐγ δ’ ἑτέροιο Δίκη σφε θεμιστεύουσα δικάζ[οι]· | |
| αὐτὰρ ὁ λισσομένῳ ἴκελος πέλοι· ὧδε γ[ὰρ ὑ]μεῖν | |
| ἔσσεται εἰρηναῖος, ἀνάρσιον ὄχλον ἐ[λά]σσας | |
| τῆλε πάτρης, ὄρσει δὲ πολύλλιτον εὐοχθείαν. | |
| 10 | σὺν δὲ καὶ ὑμέες ἅπτεσθαι κρατεροῖο [π]όν[οι]ο, |
| ἢ σεύοντες ἢ ἐν δεσμοῖς ἀλύτοις πε[δ]όω[ντες], | |
| μηδ’ ὄκνῳ δόμεναι ληϊστήρων τίσ[ι]ν αἰν[ήν]· | |
| οὕτω γὰρ μάλα πᾶσαν ὑπεγδύσε[σθε κ]όλο[υσιν]. |