[ ] Mys. — Pergamon — perh. 166-215 AD — CIG 3538; IvP II p. 324 — EA 27.1996.6,2 — IGR 4.360
1 [— — — — — — — — — — — — — — — — — — — —]λα-
[— — — — — — — — — — — — — — — — — Κ]λα̣ύδιος
[— — — — — — — — — — — — — — —] καὶ Κλαύδιος
[— — — — — — — — — — — — μυ]ηθέντες καὶ ἐμβα-
5 [τεύσαντες ἐχρήσαντο καὶ παρέλαβον τ]ὸν ὑπογεγραμμένον
[— — — — — — — — — — — — — — — —]αῖον χρησμὸν
[ὃ]ν χρησμὸν ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι
τῆς μητροπόλεως τῆς Ἀσίας καὶ δὶς νεωκόρου πρώ-
της Περγαμηνῶν πόλεως ἐν στήλαις ἀναγ̣ράψαντας ἐπί
10 τε τῆς ἀγορᾶς καὶ τῶν ἱερῶν ἀναστῆσαι.
10a                {²vacat}²
11 Τηλεφίδαις, οἳ Ζηνὶ πλέον Κρονίδηι βασιλῆϊ
ἐξ ἄλλων τιεσκόμενοι Τευθραντίδα γαῖαν
ναίουσιν καὶ Ζηνὸς ἐρισμαράγοιο γενέθληι
ἠμὲν Ἀθηναίηι πολεμηδόκωι ἀτρυτώνηι
15 ἠδὲ Δι<ω>νύσωι λαθικηδέι φυσιζώιωι
ἠδὲ καὶ εἰητῆρι νόσ<ω>ν παιήονι λυγρῶν·
οἷσι πάρ’ Οὐρανοῦ υἷες ἐθηήσαντο Κάβειροι
πρῶτοι Περγαμίης ὑπὲρ ἄκρ̣ι̣ος ἀσ̣τερ̣οπ̣η<τ>ὴ[ν]
τικτόμενον Δία, μητρώιην ὅτε γ<α>στ[έρα] λῦσεν̣·
20 φαίην κε ἀτρεκέως ἀψευδέσιν ἄλκαρ̣ <ἐ>π̣’ ὀμφ̣[αῖς],
<ὡ>ς μὴ δηρὸν ὑπ’ ἀργαλέῃ τ̣ρύοιτό γε νούσωι
Αἰακίδης λαός· τὸ δ’ ἐμῶι κεχαρισμένον ἔσται
υἱέι· τ<ῷ> κέλομαί σε, θεαρίδ̣ος ἡγέτα ὁδ̣οῖο,
τέτραχα μὲν διακρεῖναι ἐφηβητῆρας {²⁷M-S; ἐφ’ ἡ<γ>ητῆρας Welcker}²⁷ ἅπαντας,
25 ὅσσοι ὑπὸ ζαθέην τύρσιν χλαμυδηφόροι εἰσίν,
καὶ πίσυρας στιχάδεσσιν ἐφ’ ἡγεμονῆ[ας] ὀπάσσαι·
τῶν ἡ μὲν Κρονίδην ὕμνωι {μνωι}, μία δ’ Εἰραφιώτη̣ν̣,
ἡ δ’ ἑτέρη κούρην δορυθαρσέα Τρειτογένειαν,
ἡ δ’ Ἀσκληπιὸν ἄλλη{ι}, ἐμὸν φίλον υἱέα, [․․․]ΙΗΙ
30 ἑπτὰ γεραιρόντων εἰς ἤματα μῆρα ἐπὶ βωμῶ̣ν
Παλλάδι μὲν μόσχου διετήρονος ἄζυγος ἁγνοῦ
δαίοντες, τριένου δὲ βοὸς Διὶ καὶ Διὶ Βάκχωι,
ὡσαύτως καὶ παιδὶ Κορωνίδος ἠθαλέοιο
ταύρου μήρια ῥέζοντες προτιτύσκετε δαῖτα,
35 ἠίθεοι χλαμύδεσσι ἀμφέμμενοι ὁππόσοι ἐ[σ]τ̣έ,
μὴ σφετέρων νόσφιν πατέρων· λοίβ̣ῃ δ̣’ ἐφ’ ἑκάστῃ
σπένδοντες λοιμοῖο παρ’ ἀθανάτων ἄκος ἐσθλὸν
αἰτ̣έετε, <ὡ>ς τηλουρὸν ἐς ἐχθ̣οδ̣απ̣ῶν χθόνα φωτῶν
ἐκτόπιος προνέοιτ[ο ․․․]ε̣․․․․ρ̣[— — —]
40 — — —
Search Help