[ ]
Mys. — Pergamon — perh. 166-215 AD — CIG 3538; IvP II p. 324 — EA 27.1996.6,2 — IGR 4.360
| 1 | [— — — — — — — — — — — — — — — — — — — —]λα- |
| [— — — — — — — — — — — — — — — — — Κ]λα̣ύδιος | |
| [— — — — — — — — — — — — — — —] καὶ Κλαύδιος | |
| [— — — — — — — — — — — — μυ]ηθέντες καὶ ἐμβα- | |
| 5 | [τεύσαντες ἐχρήσαντο καὶ παρέλαβον τ]ὸν ὑπογεγραμμένον |
| [— — — — — — — — — — — — — — — —]αῖον χρησμὸν | |
| [ὃ]ν χρησμὸν ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι | |
| τῆς μητροπόλεως τῆς Ἀσίας καὶ δὶς νεωκόρου πρώ- | |
| της Περγαμηνῶν πόλεως ἐν στήλαις ἀναγ̣ράψαντας ἐπί | |
| 10 | τε τῆς ἀγορᾶς καὶ τῶν ἱερῶν ἀναστῆσαι. |
| 10a | {²vacat}² |
| 11 | Τηλεφίδαις, οἳ Ζηνὶ πλέον Κρονίδηι βασιλῆϊ |
| ἐξ ἄλλων τιεσκόμενοι Τευθραντίδα γαῖαν | |
| ναίουσιν καὶ Ζηνὸς ἐρισμαράγοιο γενέθληι | |
| ἠμὲν Ἀθηναίηι πολεμηδόκωι ἀτρυτώνηι | |
| 15 | ἠδὲ Δι<ω>νύσωι λαθικηδέι φυσιζώιωι |
| ἠδὲ καὶ εἰητῆρι νόσ<ω>ν παιήονι λυγρῶν· | |
| οἷσι πάρ’ Οὐρανοῦ υἷες ἐθηήσαντο Κάβειροι | |
| πρῶτοι Περγαμίης ὑπὲρ ἄκρ̣ι̣ος ἀσ̣τερ̣οπ̣η<τ>ὴ[ν] | |
| τικτόμενον Δία, μητρώιην ὅτε γ<α>στ[έρα] λῦσεν̣· | |
| 20 | φαίην κε ἀτρεκέως ἀψευδέσιν ἄλκαρ̣ <ἐ>π̣’ ὀμφ̣[αῖς], |
| <ὡ>ς μὴ δηρὸν ὑπ’ ἀργαλέῃ τ̣ρύοιτό γε νούσωι | |
| Αἰακίδης λαός· τὸ δ’ ἐμῶι κεχαρισμένον ἔσται | |
| υἱέι· τ<ῷ> κέλομαί σε, θεαρίδ̣ος ἡγέτα ὁδ̣οῖο, | |
| τέτραχα μὲν διακρεῖναι ἐφηβητῆρας {²⁷M-S; ἐφ’ ἡ<γ>ητῆρας Welcker}²⁷ ἅπαντας, | |
| 25 | ὅσσοι ὑπὸ ζαθέην τύρσιν χλαμυδηφόροι εἰσίν, |
| καὶ πίσυρας στιχάδεσσιν ἐφ’ ἡγεμονῆ[ας] ὀπάσσαι· | |
| τῶν ἡ μὲν Κρονίδην ὕμνωι {μνωι}, μία δ’ Εἰραφιώτη̣ν̣, | |
| ἡ δ’ ἑτέρη κούρην δορυθαρσέα Τρειτογένειαν, | |
| ἡ δ’ Ἀσκληπιὸν ἄλλη{ι}, ἐμὸν φίλον υἱέα, [․․․]ΙΗΙ | |
| 30 | ἑπτὰ γεραιρόντων εἰς ἤματα μῆρα ἐπὶ βωμῶ̣ν |
| Παλλάδι μὲν μόσχου διετήρονος ἄζυγος ἁγνοῦ | |
| δαίοντες, τριένου δὲ βοὸς Διὶ καὶ Διὶ Βάκχωι, | |
| ὡσαύτως καὶ παιδὶ Κορωνίδος ἠθαλέοιο | |
| ταύρου μήρια ῥέζοντες προτιτύσκετε δαῖτα, | |
| 35 | ἠίθεοι χλαμύδεσσι ἀμφέμμενοι ὁππόσοι ἐ[σ]τ̣έ, |
| μὴ σφετέρων νόσφιν πατέρων· λοίβ̣ῃ δ̣’ ἐφ’ ἑκάστῃ | |
| σπένδοντες λοιμοῖο παρ’ ἀθανάτων ἄκος ἐσθλὸν | |
| αἰτ̣έετε, <ὡ>ς τηλουρὸν ἐς ἐχθ̣οδ̣απ̣ῶν χθόνα φωτῶν | |
| ἐκτόπιος προνέοιτ[ο ․․․]ε̣․․․․ρ̣[— — —] | |
| 40 | — — — |