[ ] Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — ca. 200-150 BC — BCH 116.1992.279 — SEG 42.1065
1 ἐπὶ Ἡροκλείους, Κρονιῶνος δεκάτηι, {²vac.}²
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δ[ήμωι]· προέδρων
γνώμη· ἐπειδὴ Μηνόφιλος [Φιλεταίρου Ζμυρ]-
ναῖος ὁ χρησμολόγος, τοῦ θε[οῦ μὲν χρησμῶι]
5 τοῦ καθηγεμόνος καὶ σωτῆρος [τῆς πόλεως]
Ἀπόλλωνος, φιλοτιμίαι δὲ καὶ σ[πουδῆι τοῦ δή]-
μου κατακεκλημένος ἐπὶ τὴ[ν προστασίαν]
τοῦ μαντείου διά τε τὴν πρὸ[ς θεοὺς εὐσέβει]-
αν καὶ τὴν πρὸς ἀνθρώπους ὁσιό[τητα, {²adjective}²]
10 μὲν καὶ πρέπουσαν τῆι διωνομα[σμένηι παρ’ ἀν]-
θρώποις περὶ τοῦ χρηστηρίου φήμ[ηι {²performing}² τὴν]
προστασίαν, καθήκουσαν δὲ τῆι [αὑτοῦ κα]-
θιερώσει τὴν ἀναστροφὴν τηρῶν, ἄ[ξιον αὑτὸν παρέχε]-
ται καὶ τῆς τοῦ θεοῦ πίστεως καὶ τῆ[ς τοῦ δήμου]
15 φιλοτιμίας καὶ τῆς τῶν παραγινομέ[νων χάριν τῆς]
τοῦ θεοῦ συμβουλίας δόξης, καθήκε[ι δὲ τοῖς Κολοφω]-
νίοις καὶ διὰ τὴν περὶ τὸ χρηστήριον σ[πουδὴν(?) καὶ δι]-
ὰ τὴν τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν [φιλοτιμίαν]
τὴν ἰδίαν προαίρεσιν φανερὰν πᾶσιν [καθιστά]-
20 νειν· τύχηι ἀγαθῆι· ἐπῃνῆσθαι ὑπὸ [τῆς βου]-
λῆς καὶ τοῦ δήμου Μηνόφιλον Φι[λεταίρου]
Ζμυρναῖον ἐπί τε τῆι τοῦ βίου κα[λοκαγαθί]-
αι καὶ ἐπὶ τῆι τοῦ μαντείου προστα[σίαι καὶ]
στεφανωθῆναι χρυσῶι στεφάνωι κ[αὶ ἀναγ]-
25 γέλλεσθαι τὸν στέφανον τοῖς τε [Διονυσί]-
οις καὶ τοῖς μεγάλοις Κλαρίοις, τὴν [ἀναγγε]-
λείαν ἀεὶ ποιουμένων τῶν ἀγωνο[θετῶν]
καὶ τοῦ πρυτάνεως ὅταν καὶ τοὺς ἄ[λλους ἀ]-
ναγγελῶσιν στεφάνους, τῆς ἀν[αγγελείας]
30 γινομένης τῆσδε· ὁ δῆμος στεφανο[ῖ Μηνόφι]-
λον Φιλεταίρου τὸν ὑποφήτην τοῦ θ[εοῦ χρυ]-
σῶι στεφάνωι εὐσεβείας ἕνεκα τῆς π[ρὸς τοὺς]
θεούς· ὑπάρχειν δὲ αὐτῶι καὶ προεδρία[ν ἐν πᾶ]-
σι τοῖς ἀγῶσιν οἷς ἡ πόλις συντελεῖ· δεδό[σθαι]
35 δὲ αὐτῶι καὶ πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι πᾶσ[ι τοῖς]
[Κ]ολοφωνίοις· ἀναγραφῆναι δὲ τόδε τὸ ψή-
[φι]σμα ὑπὸ τοῦ ταμίου Ποσιδέου εἰς στήλην
[μα]ρμαρίνην καὶ ἀνατεθῆναι εἰς τὸ ἱερὸν τοῦ
[Ἀπ]όλλωνος εἰσελθόντων τὸ τρίπυλον ἐν-
40 έξια] πρὸς τῆι παραστάδι. {²vac.}² διεψηφίσθη ἐν
[τῶι] δήμωι κατὰ τὸν νόμον. {²vac.}² οἱ ψηφίσαν-
[τες] δισχίλιοι· οὗτοι ἔδωκαν πάντες
Search Help
Contact Us