[ ]
Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — ca. 200-150 BC — BCH 116.1992.279 — SEG 42.1065
1 | ἐπὶ Ἡροκλείους, Κρονιῶνος δεκάτηι, {²vac.}² |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δ[ήμωι]· προέδρων | |
γνώμη· ἐπειδὴ Μηνόφιλος [Φιλεταίρου Ζμυρ]- | |
ναῖος ὁ χρησμολόγος, τοῦ θε[οῦ μὲν χρησμῶι] | |
5 | τοῦ καθηγεμόνος καὶ σωτῆρος [τῆς πόλεως] |
Ἀπόλλωνος, φιλοτιμίαι δὲ καὶ σ[πουδῆι τοῦ δή]- | |
μου κατακεκλημένος ἐπὶ τὴ[ν προστασίαν] | |
τοῦ μαντείου διά τε τὴν πρὸ[ς θεοὺς εὐσέβει]- | |
αν καὶ τὴν πρὸς ἀνθρώπους ὁσιό[τητα, {²adjective}²] | |
10 | μὲν καὶ πρέπουσαν τῆι διωνομα[σμένηι παρ’ ἀν]- |
θρώποις περὶ τοῦ χρηστηρίου φήμ[ηι {²performing}² τὴν] | |
προστασίαν, καθήκουσαν δὲ τῆι [αὑτοῦ κα]- | |
θιερώσει τὴν ἀναστροφὴν τηρῶν, ἄ[ξιον αὑτὸν παρέχε]- | |
ται καὶ τῆς τοῦ θεοῦ πίστεως καὶ τῆ[ς τοῦ δήμου] | |
15 | φιλοτιμίας καὶ τῆς τῶν παραγινομέ[νων χάριν τῆς] |
τοῦ θεοῦ συμβουλίας δόξης, καθήκε[ι δὲ τοῖς Κολοφω]- | |
νίοις καὶ διὰ τὴν περὶ τὸ χρηστήριον σ[πουδὴν(?) καὶ δι]- | |
ὰ τὴν τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν [φιλοτιμίαν] | |
τὴν ἰδίαν προαίρεσιν φανερὰν πᾶσιν [καθιστά]- | |
20 | νειν· τύχηι ἀγαθῆι· ἐπῃνῆσθαι ὑπὸ [τῆς βου]- |
λῆς καὶ τοῦ δήμου Μηνόφιλον Φι[λεταίρου] | |
Ζμυρναῖον ἐπί τε τῆι τοῦ βίου κα[λοκαγαθί]- | |
αι καὶ ἐπὶ τῆι τοῦ μαντείου προστα[σίαι καὶ] | |
στεφανωθῆναι χρυσῶι στεφάνωι κ[αὶ ἀναγ]- | |
25 | γέλλεσθαι τὸν στέφανον τοῖς τε [Διονυσί]- |
οις καὶ τοῖς μεγάλοις Κλαρίοις, τὴν [ἀναγγε]- | |
λείαν ἀεὶ ποιουμένων τῶν ἀγωνο[θετῶν] | |
καὶ τοῦ πρυτάνεως ὅταν καὶ τοὺς ἄ[λλους ἀ]- | |
ναγγελῶσιν στεφάνους, τῆς ἀν[αγγελείας] | |
30 | γινομένης τῆσδε· ὁ δῆμος στεφανο[ῖ Μηνόφι]- |
λον Φιλεταίρου τὸν ὑποφήτην τοῦ θ[εοῦ χρυ]- | |
σῶι στεφάνωι εὐσεβείας ἕνεκα τῆς π[ρὸς τοὺς] | |
θεούς· ὑπάρχειν δὲ αὐτῶι καὶ προεδρία[ν ἐν πᾶ]- | |
σι τοῖς ἀγῶσιν οἷς ἡ πόλις συντελεῖ· δεδό[σθαι] | |
35 | δὲ αὐτῶι καὶ πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι πᾶσ[ι τοῖς] |
[Κ]ολοφωνίοις· ἀναγραφῆναι δὲ τόδε τὸ ψή- | |
[φι]σμα ὑπὸ τοῦ ταμίου Ποσιδέου εἰς στήλην | |
[μα]ρμαρίνην καὶ ἀνατεθῆναι εἰς τὸ ἱερὸν τοῦ | |
[Ἀπ]όλλωνος εἰσελθόντων τὸ τρίπυλον ἐν- | |
40 | [δέξια] πρὸς τῆι παραστάδι. {²vac.}² διεψηφίσθη ἐν |
[τῶι] δήμωι κατὰ τὸν νόμον. {²vac.}² οἱ ψηφίσαν- | |
[τες] δισχίλιοι· οὗτοι ἔδωκαν πάντες |