[ ]
Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — 3rd c. BC — Preatti XI Congr., 1997.175-179 [1] w/ Handout
1 | ἐπὶ Κοννίωνος, μηνὸς Ποσιδει- |
ῶνος, ὀγδόῃ ἀνομένου· {²vac.}² | |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, Ποσῆς [Ἀ]- | |
πολλωνίου ἐπεψήφισε, γνώμη τῶν ἐπ[ι]- | |
5 | μηνίων· ἐπειδή τινες τῶν πολιτῶν, ἐν |
τοῖς ἔμπροσθεν χρόνοις ἀγοπάζοντ̣ε[ς] | |
τέλη οὐ παρὰ τῆς πόλεως ἀλλ’ ἄλλοθεν, ἐνοχ̣[λο]- | |
ῦν τοὺς ἐνεκτημένους τοὺς ἐν τῆι | |
χώραι παρὰ τὸ δίκαιον· δεδόχθαι τῆι βο̣[υ]- | |
10 | λῆι καὶ τῶι δήμωι· μὴ ἐξεῖναι τῶν πολι- |
τῶν μηθενὶ μήτε τῶν οἰκοῦντων ἐν τῆι | |
Κολοφωνίων τέλη ἀγοράσαι ἄλλοθεν | |
ἢ ἐκ Κολοφῶνος τῆς ἐπὶ θαλάττηι· ὃς δ[ὲ] | |
ἀγοράσηι ἢ μετάσχηι ἢ αὐλῆι δέξηται | |
15 | τούτων τινά, ὀφειλέτω ἕκαστος δρ- |
αχμὰς χιλίας ἱερὰς τῶι Ἀπόλλωνι· φα[ι]- | |
νέτω δὲ ὁ βουλόμενος ἐπὶ τῶι ἡμίσει | |
πρὸς τοὺς νομοφύλακας· ἐὰν δέ τις ἀδι- | |
κηθῆι τῶν ἰδιωτῶν ὑπό τινος τῶν τε- | |
20 | λωνῶν ἢ ὁ τελώνης ὑπὸ τῶν ἰδιωτῶν, |
εἶναι αὐτοῖς τὰς κλήσεις κατὰ τὸν νό- | |
μον, τὰς δὲ δίκας γίνεσθαι ἅμα ταῖς ἐργων[ι]- | |
καῖς καὶ τελωνικαῖς κατὰ τὸ διάγραμ- | |
μα τοῦ βασιλέως· ἀναγράψαι δὲ τόδε | |
25 | τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ |
στῆσαι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· | |
ἀναγράψαι δὲ καὶ τὸ ἐπὶ Σιττᾶδος ψη- | |
φισθὲν ὃ εἶπαν οἱ ἐπιμήνιοι ὅπως μη- | |
θεὶς τέλη ἀποτίνῃ τῶν πολιτῶν πα- | |
30 | ρὰ τὸ δίκαιον· τοὺς δὲ πωλητὰς |
ἀποδόσθαι τὸ ἔργον, τὸ δὲ ἀργύριο[ν] | |
τοῦ ἔργου δοῦναι τὸν οἰκονόμον. {²vac.}² |