[ ] Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — Robert, Carie II (1954) 209, no. 144
1        Ἡρακλεωτῶν ἀπὸ Σαλβάκης. ἐπὶ πρυτάνεως Ἀπόλλωνος τὸ ξθʹ, ἱερέως Γ. Ἰουλίου Ζωτίχου,
προφήτου Πανταγνώτου βʹ, θεσπιῳδοῦντος Μάγνου τοῦ Ἑρμογένους, γραμματέων Κάρπου Ἀττάλου (καὶ Ἀπολλωνίου βʹ)·
θεοπρόπος Μ. Ἰούνιος Πρόκλος· ἠΐθεοι Ἄδραστος καὶ Σέλευκος οἱ Σελεύκου τοῦ Ἡρακλέοντος, Ἀντισθένης γʹ,
Ἀπελλᾶς καὶ Θεόδωρος οἱ Ἀπελλᾶ τοῦ Σωσ[ι]νείκου, Χαρμίδης Ἀττάλου Λευκανός, Ἀπολλώνιος δʹ, Ἀπολλώνιος Ἀρτεμᾶ,
5 Ἄτταλος γʹ τοῦ Ζήνωνος· χοραγοὶ Μοσχᾶς βʹ τοῦ Πυθέου καὶ Διογενιανὸς Ὀκταβίου Βάσσου.
Search Help
Contact Us