[ ] Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — JÖAI 15.1912.47,5 [1]
1               Χίων
ἐπὶ πρυτάνεως Κλαρίου Ἀπόλλωνος τὸ ρʹ, θεσπιωδο[ῦ]ντος
Τιβ(ερίου) Κλ(αυδίου) Ἄρδυος τῶν ἀπὸ Ἄρδυος Ἡρακλειδῶν Πατρογενίδου, ἐπὶ
ἱερέως Πο(πλίου) Αἰ(λίου) Φιλίππου ἠΐθεοι παρεγένοντο οἳ ὕμνησαν τὸν
5 θεὸν ὑπὸ χορηγῶ Χείων Σώζοντι βʹ καὶ διδασκάλω καὶ ἱεροκήρυκι εἰ-
σαεὶ Κρίτωνι Μητροδώρου· Εἰσίων Σώζοντο[ς], Ἐλπιδιανὸς Σώζοντος,
Περιγένης Σώζοντος, Ἀλέξανδρος Ἱεροῦ Φῆλιξ, Εὐσταθὴς βʹ, Σύνφορος
Ἀρτεμιδώρου, Πρότειμος βʹ, Πείσων καὶ Σωτηρία οἱ Ἐπαφροδείτου, Τυχικὴ
Ἐπαφροδείτου, Ἀντίοχος Καλοῦ, Διονύσιος Λογικοῦ, Ἐλπὶς Σώζοντος,
10 Λαδίκη Πτολλᾶ, Ἑλικωνιανὸς Δοκίμου, Πολειτικὴ Ἐπαφροδείτου,
Παιδικὴ Παιδικοῦ, Δόξα Καλοῦ.

For AI assistants: an MCP server for these inscriptions, with texts by reference and search of the whole corpus, is at epigraphy-mcp.packhum.org.

Search Help
Contact Us
For AI assistants