[ ] Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — 132/3 AD — JÖAI 8.1905.168,4/5.3 — IGR 4.1587
1 [Λαο]δικέων πρὸς τῷ Λύκῳ.
[ἐπὶ ἀν]θυπάτου Βερενεικιανοῦ Ἀλεξάνδρου,
[πρυτάν]εως δὲ καὶ προφ[ή]του Κλ(αυδίου) Ῥούφου,
[ἱερατε]ύοντος Ὀ(ύ)λ(πίου) Ἀρτεμιδώρου,
5 [θεσπι]ῳδοῦντος Ἀσκληπίδου τοῦ Δημοφίλου,
[γραμμ]ατέων Κλ(αυδίων) Κριτολάου καὶ Βάσσου βʹ,
[κ]λειδοφοροῦντος Βάσσου γʹ. Μᾶ(ρκος) Ἀν(τώνιος) Μ(άρκου) Ἀν(τωνίου)
Αἰφνιδίου Φιλοπαππιανοῦ υἱός, Φιλοπαπ-
πιανὸς Βαλεριανός, ὁ προφήτης Ἀπόλλωνος
10 Πυθίου, Κλαρίῳ Ἀπόλλων<ο>ι ὑμνήσας τὰ τῶν
συνυμνησάντων παίδων καὶ παρθένων ὀνόματα
ἐχάραξε παρόντων αὐτῷ Μ(άρκου) Ἀν(τωνίου) Αἰφνιδίου
τοῦ πατρὸς καὶ Λουκίου Ἀστρανίου Βηρύλλου
τοῦ παιδονόμου τὸ εʹ καὶ ὑμνογράφου διὰ βίου
15 Νηδυμιανοῦ τοῦ Νηδύμου ἱερονείκου καὶ πα-
ρέδρου διὰ βίου Ἀπολλωνίου τοῦ Ἀλεξάνδρου.
εἰσὶν δέ· Ἄττά[λ]ος γʹ καὶ Μοσχᾶς Ἀττάλου γʹ
καὶ Προπίνκος Ἀττάλου γʹ· Διονύσιος Διονυσίου τοῦ Ἀπολλωνίου·
Ἀθηνόδωρος βʹ τοῦ Ἀλεξάνδρου· Μ(ᾶρκος) Ἀν(τώνιος) Ἑρμογένης Αἰφνιδιανός.
20 παρθένοι· Ἀγελαῒς Τειμοθέου βʹ τοῦ Νεικάνδρου
τοῦ Μηνοφίλου· Νεικομαχὶς καὶ Μαρκία Διογένους
τοῦ Εὐμένους <τοῦ> Ἐπιμ[ά]χου· Ἀμμία Διοφάντου τοῦ
Ἀγαθοκλέους· Νεικομαχὶς Ἀβασκάντου τοῦ
Ἀπολλωνίου· Τάτιον Διαδουμένου τοῦ Ἀπ[ε]λλίδου.
25 συνπαρόντος Λ(ουκίου) Ἀστρανίου, Ῥούσωνος
υἱοῦ, Βηρύλλου τοῦ παιδονόμου.
Search Help