[ ]
Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — 132/3 AD — JÖAI 8.1905.168,4/5.3 — IGR 4.1587
| 1 | [Λαο]δικέων πρὸς τῷ Λύκῳ. |
| [ἐπὶ ἀν]θυπάτου Βερενεικιανοῦ Ἀλεξάνδρου, | |
| [πρυτάν]εως δὲ καὶ προφ[ή]του Κλ(αυδίου) Ῥούφου, | |
| [ἱερατε]ύοντος Ὀ(ύ)λ(πίου) Ἀρτεμιδώρου, | |
| 5 | [θεσπι]ῳδοῦντος Ἀσκληπίδου τοῦ Δημοφίλου, |
| [γραμμ]ατέων Κλ(αυδίων) Κριτολάου καὶ Βάσσου βʹ, | |
| [κ]λειδοφοροῦντος Βάσσου γʹ. Μᾶ(ρκος) Ἀν(τώνιος) Μ(άρκου) Ἀν(τωνίου) | |
| Αἰφνιδίου Φιλοπαππιανοῦ υἱός, Φιλοπαπ- | |
| πιανὸς Βαλεριανός, ὁ προφήτης Ἀπόλλωνος | |
| 10 | Πυθίου, Κλαρίῳ Ἀπόλλων<ο>ι ὑμνήσας τὰ τῶν |
| συνυμνησάντων παίδων καὶ παρθένων ὀνόματα | |
| ἐχάραξε παρόντων αὐτῷ Μ(άρκου) Ἀν(τωνίου) Αἰφνιδίου | |
| τοῦ πατρὸς καὶ Λουκίου Ἀστρανίου Βηρύλλου | |
| τοῦ παιδονόμου τὸ εʹ καὶ ὑμνογράφου διὰ βίου | |
| 15 | Νηδυμιανοῦ τοῦ Νηδύμου ἱερονείκου καὶ πα- |
| ρέδρου διὰ βίου Ἀπολλωνίου τοῦ Ἀλεξάνδρου. | |
| εἰσὶν δέ· Ἄττά[λ]ος γʹ καὶ Μοσχᾶς Ἀττάλου γʹ | |
| καὶ Προπίνκος Ἀττάλου γʹ· Διονύσιος Διονυσίου τοῦ Ἀπολλωνίου· | |
| Ἀθηνόδωρος βʹ τοῦ Ἀλεξάνδρου· Μ(ᾶρκος) Ἀν(τώνιος) Ἑρμογένης Αἰφνιδιανός. | |
| 20 | παρθένοι· Ἀγελαῒς Τειμοθέου βʹ τοῦ Νεικάνδρου |
| τοῦ Μηνοφίλου· Νεικομαχὶς καὶ Μαρκία Διογένους | |
| τοῦ Εὐμένους <τοῦ> Ἐπιμ[ά]χου· Ἀμμία Διοφάντου τοῦ | |
| Ἀγαθοκλέους· Νεικομαχὶς Ἀβασκάντου τοῦ | |
| Ἀπολλωνίου· Τάτιον Διαδουμένου τοῦ Ἀπ[ε]λλίδου. | |
| 25 | συνπαρόντος Λ(ουκίου) Ἀστρανίου, Ῥούσωνος |
| υἱοῦ, Βηρύλλου τοῦ παιδονόμου. |