[ ]
Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — stoich. 38-41 — ca. 200-160 BC — JÖAI 8.1905.161,1 — BCH 30.1906.357-358 = Holleaux, Études épigr. et d'hist. gr. II (1938) 51-60
1 | [․․․․․․․․․․․․․․․․․․․․․․․․ Ἀπόλλωνος(?)] Κλαρί- |
[ου ․․․․․․․․․․․․․․․․․ σταθῆναι δὲ] τὴν εἰκόνα | |
[ἐν τῶι ἐπιτηδειοτάτωι τόπωι(?) τοῦ ἱ]εροῦ πλησίον | |
[τῶν εἰκόνων τῶν ἀδελφῶν Ἀθηναί]ου καὶ τῆς μητρὸς | |
5 | [αὐτῶν βασιλίσσης Ἀπολλωνίδο]ς· καὶ ἐπειδὴ οἱ με- |
[․․․․c.13․․․․․ τῶν τε νέων] καὶ τῶν ἐφήβων φήφισ- | |
[μα προγράψαντες ἀξιοῦσι] τιμῆσαι Ἀθηναῖον ὄντα | |
[εὐεργέτην καὶ τῶν καλλ]ίστων ὀρεγόμενον ταῖς | |
[ἄλλαις {²⁷πάσαις?}²⁷ τιμαῖς, ἀποδιδ]όντες {²⁷ἀπονεμ]όντες?}²⁷ ἐπιφανῆ καὶ μνήμης | |
10 | [ἀξίαν ․․․․c.13․․․․․]αι χάριν· δεδόχθαι περὶ τού- |
[των τῆι βουλῆι καὶ τῶι] δήμωι· τὸν γυμνασίαρχον | |
[τὸν ἑκάστοτε γινόμεν]ον, ἐν ἧι ἡμέραι Ἀθήναιος ἐ- | |
[γένετο, θυσίαν συντ]ελεῖν καὶ διαδρομὴν τῶν νέων | |
[καὶ τῶν ἐφήβων Ἀθη]ναίωι, συντελεῖν δὲ ἐν τῆι αὐ- | |
15 | [τῆι ἡμέραι καὶ τ]ὸν παιδονόμον ἀγῶνα παίδων, δίδοσ- |
[θαι δὲ αὐτοῖ]ς ὑπὸ τοῦ οἰκονόμου εἴς τε τὴν θυσίαν | |
καὶ τὴν διαδρομὴν καὶ τὸν ἀγῶνα ὃ ἂν ὁ δῆμος τάξηι | |
ἐγ Κρονιῶνι μηνὶ. ... |