[ ]
Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — aft. 120/119 BC — Robert, Claros I (1989) 63-66 — SEG 39.1244
I | [— — —]- |
1 | δης· ἐπιτελέσας δὲ ταύτας κα[ὶ τ]οῦ πέμψαν- |
τος δήμου καὶ τῆς μητροπόλεως ἀξίως ἐπέ- | |
μεινε τοῖς ἀρίστοις συνδιατρίβων καθηγη- | |
ταῖς· δοὺς δὲ δεῖγμα τὸ κάλλιστον τοῦ βίου καὶ | |
5 | τῆς παιδείας ἧς μετέλαβεν αὐτῆι πρῶτον τῆι |
μεταδούσηι πόλει τῆς ἀξίας ἔτυχεν ἐπισημα- | |
σίας παρ’ αὐτοῖς Ἀθηναίοις στεφανωθεὶς καὶ πο- | |
λίτης κατὰ ψήφισμα γενόμενος, καὶ τῆς ὅλης | |
παρεπιδημίας τὴν καθήκουσαν λαβὼν μαρτυρί- | |
10 | αν· παραγενηθεὶς δὲ ἀπὸ τῆς σχολῆς ἀκόλουθον |
ἑαυτὸν τοῖς προειρημένοις εὐθὺς ἐγ νέου παρέσ- | |
χετο πρεσβεύων τε καὶ συμβουλεύων τὰ κράτισ- | |
τα καὶ φιλοτιμίας οὐθενὸς λειπόμενος τῶν πο- | |
λιτῶν· πολλὰς μὲν γὰρ πρεσβείας τετέλεκεν πρὸς στρα- | |
15 | τηγοὺς καὶ ταμίας καὶ τοὺς εἰς τὴν Ἀσίαν παραγι- |
νομένους Ῥωμαίων, πολλὰς δὲ εἰς τὴν Ἀτταλι- | |
κὴν βασιλείαν καὶ πόλεις οὐκ ὀλίγας· μεγίστας | |
δὲ καὶ περὶ ἀναγκαιοτάτων πρεσβείας τετέλεκε | |
πρὸς αὐτὴν τὴν τῶν ἡγουμένων σύνκλητον, | |
20 | δὶς μὲν ὑπὲρ αὐτῆς τῆς πόλεως εἰς Ῥώμην πορευ- |
θεὶς καὶ τηρήσας ἄθραυστα τὰ τοῦ δήμου φιλάνθρω- | |
πα, τρίτον περὶ τῆς Διοσιερίτιδος χώρας καὶ τῶν κα- | |
τὰ τὰ Στενὰ καὶ τὸ Πρεπέλαιον τόπων, τέταρτον τῶν | |
παραγινομένων εἰς τὴν Ἀσίαν τὰ κριτήρια μεταγόν- | |
25 | των ἀπὸ τῶν νόμων ἐπὶ τὴν ἰδίαν ἐξουσίαν καὶ πρὸς |
μέρος ἀεὶ τῶν ἐνκαλουμένων πολιτῶν ἐγγύας | |
ἀνανκαζομένων ὑπομένειν, πέμπτον ἀ- | |
ποσταλέντων γραμμάτων ἐκ Ῥώμης περὶ | |
τοῦ δοθέντος κριτηρίου κατὰ τῆς πόλε- | |
30 | ως ἐπὶ τῶν ὑπάτων καὶ τοῦ γενομένου μετα- |
πέμπτου πολίτου πρὸς ἔγκλημα κεφαλικόν· ἐμ | |
πάσαις δὲ μετὰ τῶν συμπρεσβευτῶν κατωρθω- | |
κὼς καὶ κάλλιστα καὶ συμφορώτατα δόγματα παρὰ | |
τῶν κρατούντων ἐνηνοχώς, τῆς μὲν παραλίου | |
35 | χώρας τὴν πανκτησίαν βεβαιοτέραν πεποίηκε τῶι |
δήμωι, τῆς δὲ κατὰ τὰ Στενὰ καὶ τὸ Πρεπέλαιον | |
τοὺς πατρίους ὅρους τετήρηκεν, τοὺς δὲ κατοι- | |
κοῦντας τὴν πόλιν ἠλευθέρωσε κατεγγυήσεων | |
καὶ στρατηγικῆς ἐξουσίας, τῆς ἐπαρχείας ἀπὸ τῆς | |
40 | αὐτονομίας χωρισθείσης· κυρίους δὲ τοὺς νόμους |
τετήρηκεν ἐπὶ παντὸς ἐγκλήματος καὶ πρὸς αὐτοὺς | |
Ῥωμαίους, τῆς συγκλήτου δεδογματικείας καὶ τὸν | |
ἀδικοῦντα καὶ τὸν ἐνκαλοῦντά τινι τῶν ἡμε- | |
τέρων πολιτῶν Ῥωμαῖον κρίνεσθαι παρ’ ἡμῖν, τόν | |
45 | τε κατῃτιαμένον πολίτην ἐπὶ Ῥωμαϊκῶι θανάτωι |
καὶ μετάπεμπτον γενόμενον πρὸς ἔγκλημα κεφαλι- | |
κὸν καὶ κριτηρίωι παραδιδόμενον ἅμα τῆι πόλει μετὰ | |
τῶν νόμων ἀνασέσωκεν, ἐφ’ οἷς κατὰ λόγον συνηδό- | |
μενοι τῶι δήμωι καὶ συνθύοντες παραγεγόνασι παρὰ | |
50 | τῶν συγγενῶν καὶ φίλων πρεσβευταί· Μητροπολι- |
τῶν δὲ καταιτιασαμένων ὡς ἐκ τῆς ἐκείνων ἀνδρο- | |
λήψιον πεποιημένων τῶν ἡμετέρων ἀρχόντων | |
καὶ ψευδεῖς ἀνακρίσεις ἀναγραφόντων κατὰ τῶν | |
πρωτεύειν τότε δοκούντων παρ’ αὐτοῖς ἐν τῆι | |
54a | — — — — — — — — — — — — — — — — — — |
col. II | — — — — — — — — — — — — — — — — — — |
1 | τον ἐτήρησε Τ[․․5․․]ΙΝΟΥΔΑΤΕΛΕΣ[․․․8․․․․] |
σε τὴν τῶν ἀντιπρεσβευόντων ἐπιβουλήν, ἀλ- | |
λὰ καὶ προσγεγραμμένον ἤνεγκε τῆι ἀποκρίσει | |
διότι τῆς ἐπαρχείας ἐκτὸς οὔτε κρίνειν οὔτε | |
5 | πολυπραγμονεῖν τῶι στρατηγῶι καθήκει, ἰδι- |
ώτατον τῆι δημοκρατίαι καὶ κάλλιστον ἐνέγκας ἀ- | |
πόκριμα· στρατηγὸς δὲ χειροτονηθεὶς ἐπὶ τῶν | |
ὅπλων ἐμ πολέμωι καὶ παρουσίαι στρατοπέ- | |
δων Ῥωμαϊκῶν καὶ μετὰ ταῦτα πάλιν τὴν αὐτὴν | |
10 | ἀρχὴν λαβὼν τούς τε παραγινομένους εἰς τὴν πό- |
λιν Ῥωμαίων αὐτὸς ἐξεδέχετο, τὰς τῶν πολιτῶν | |
οἰκίας ἀνεπισταθμεύτους ποιῶν, τοῦ τε κοι- | |
νῆι συμφέροντος τὴν πλείστην ἐποιεῖτο πρόνοι- | |
αν τὰς δαπάνας συναιρῶν, τά τε πρὸς τὸν πό- | |
15 | λεμον ἐξυπηρέτησε τοῖς ἡγουμένοις, τὰ κρά- |
τιστα συμβουλεύων τε καὶ ψηφιζόμενος ἀεί, | |
χρημάτων τε πλῆθος οὐκ ὀλίον περιεποίησε[ν] | |
τῆι πόλει· ἐτήρησεν δὲ μετὰ τῶν συναρχόν- | |
των ἅμα τήν τε κοινὴν τοῖς πολίταις πρὸς ἀλλή- | |
20 | λους ὁμόνοιαν καὶ τὰς ὑπαρχούσας ἑκάστωι |
κτήσεις, καθόλου τε πολλὰ χρήσιμα καὶ συμφέ- | |
ροντα πᾶσι τοῖς κατοικοῦσι τὴν πόλιν εἰσηγη- | |
σάμενος μαρτυρουμένην ἔχει τὴν ἐπ’ ἀγαθῶι | |
διάληψιν ἀεί· χειροτονηθεὶς δὲ καὶ ἀγωνοθέτης | |
25 | ἐπηγγείλατο μὲν ἀπὸ ἀργυρίου ταλάντου τὰ θύ- |
ρετρα τοῦ προνάου τῶι καθηγεμόνι τῆς πόλεως | |
Ἀπόλλωνι κατασκευάσειν· ὑπερθέμενος δὲ ἑ- | |
αυτὸν μείζονα τῆς ἐπαγγελίας κατεσκεύακεν | |
ἀπὸ πλείονος οὐκ ὀλίωι χρήματος· ἐπιμελῶς | |
30 | δὲ καὶ δικαίως αὐτῶν τῶν ἀγώνων προστὰς ὑπὸ |
πάντων τῶν εἰς τὴν πανήγυριν παραγενομέ- | |
νων Ἑλλήνων τε καὶ βαρβάρων ἐπισημασίας ἔτυ- | |
χεν ἀξιοζηλώτου· ἐν δὲ τῶι αὐτῶι ἐνιαυτῶι | |
καὶ τὸν πρυτανευτικὸν ἔχων στέφανον οὐ μόνον | |
35 | ἐν τῆι τοῦ Διονύσου καταγωγῆι τὰς ὑπὲρ τῆς πό- |
λεως θυσίας τοῖς θεοῖς καλλιερήσας δημοθοι- | |
νίαν ἐποίησεν, ἀλλὰ καὶ ἐν τοῖς κατὰ μῆνα συνα- | |
γωγαῖς τοῦ πρυτανείου πρὸς μέρος τοὺς πολίτας | |
καλῶν ἐπὶ τὴν κοινὴν ἑστίαν ἐτίμα· μετέδωκεν | |
40 | δὲ τῆς φιλανθρωπίας ἐν τῆι δευτέραι τῆς δημο- |
θοινίας ἡμέραι καὶ τοῖς ἰσοτελέσιν καὶ μετοίκοις· | |
παραγενομένου δὲ εἰς τὴν πόλιν οὐχ ἅπαξ καὶ τοῦ | |
Ῥωμαίων στρατηγοῦ Κοίντου Μουκίου καὶ τοῦ ταμί- | |
ου καὶ χιλιάρχων πάντας ὑπεδέξατο, τὰς παρὰ τῆς | |
45 | πόλεως διδομένας δαπάνας ἀναπέμψας τῆι πό- |
λει· ἐπί τε πρυτάνεως Εὐφράνορος ψηφισαμένου | |
τοῦ δήμου τὰ βασιλικὰ δεῖπνα τοῖς νέοις καὶ πρεσβυ- | |
τέροις συντελεῖσθαι, τῶν δὲ διδομένων εἰς ταῦτα | |
χρημάτων μὴ διαποιούντων, ἀλλὰ τῶν ἀποδεικνυ- | |
50 | μένων ἐπιμηνίων οὐκ ὀλία παρ’ ἑαυτῶν εἰσφερόν- |
των Μένιππος τούς τε μέλλοντας ἐπιμηνι- | |
εύσειν ἀπέλυσε τῆς δαπάνης, τά τε διδόμενα χρή- | |
ματα παρὰ τῆς πόλεως ἀνέπεμψε τῆι πόλει, τήν | |
τε τοῦ δήμου προαίρεσιν καὶ τὰς τῶν βασιλέων ἐτη- | |
54a | — — — — — — — — — — — — — — — — — — — |
col. III | — — — — — — — — — — — — — — — — — — — |
1 | ἃς τ[ε]τέλ[ε]κε δωρεάν, καὶ πολλὰς ἐπαγγελί[ας] |
ἑτέρας τῶι δήμωι πεποίηται καιρὸν οὐθένα | |
παριεὶς οὐδὲ χρείαν οὐδεμίαν ἀνανκαίαν, ἔν | |
τε ταῖς χορηγίαις καὶ πρὸς θεοὺς καὶ πρὸς ἀν- | |
5 | θρώπους διάδηλον ἔσχηκε τὴν φιλοτιμίαν· τοι- |
γαροῦν διὰ τὴν ἐμ πᾶσιν ἀρετὴν τοῖς μεγίστοις | |
Ῥωμαίων συσταθεὶς αὐτός τε πρεσβεύων ὑ- | |
πὲρ αὐτῶν καὶ πίστεως ἀξιούμενος ἐπίσημος | |
γέγονε παρὰ πολλαῖς τῶν Ἑλληνίδων πόλε- | |
10 | ων, τῆς τε πόλεως γνησίους αὐτοὺς πεποιη- |
κὼς πάτρωνας χρησιμώτατος παρὰ τοῖς ἡγου- | |
μένοις γέγονε τῶι δήμωι παρ’ οἷς ἀναγκαιόταται | |
πᾶσίν εἰσιν ἀνθρώποις χρεῖαι· ἐπαγγέλλεται | |
δὲ καὶ εἰς τὸν λοιπὸν χρόνον τὴν αὐτὴν αἵρεσιν | |
15 | εἰς τὰ τῆι πατρίδι συμφέροντα τηρήσειν· ὅπως |
οὖν ἡ βουλὴ καὶ ὁ δῆμος φαίνηται τοὺς ἀγα- | |
θοὺς ἄνδρας τιμῶντες ἀξίως τῶν εἰς ἑ- | |
αυτοὺς εὐεργεσιῶν· δεδόχθαι τῆι βου- | |
λῆι καὶ τῶι δήμωι· ἐπαινέσαι Μένιππον Ἀπολ- | |
20 | λωνίδου τὸμ φύσει Εὐμήδους Προμήθεον, φυ- |
λῆς δὲ Σελευκίδος, καὶ στεφανοῦσθαι αὐτὸ[ν] | |
χρυσῶι στεφάνωι καὶ εἰκόνι χρυσῆι ἀρετῆς ἕ- | |
νεκε καὶ φιλαγαθίας τῆς εἰς τὸν δῆμον· ἀναγγέ[λ]- | |
λεσθαι δὲ τὰς τιμὰς ἀεὶ τοῖς τε Διονυσίοις καὶ τοῖς | |
25 | Κλαρίοις ἐν τοῖς ἀγῶσιν, τῆς δὲ ἀναγγελίας τὴ[ν] |
ἐπιμέλειαν ποιεῖσθαι τοῖς μὲν Διονυσίοις τὸν | |
πρύτανιν, τοῖς δὲ Κλαρίοις τοὺς ἀγωνοθέτας | |
ἐν τῆι πυρρίχηι καὶ τοῖς γυμνικοῖς ἀγῶσιν, τοῦ | |
κήρυκος ἀναγορεύοντος· ὁ δῆμος στεφανοῖ | |
30 | Μένιππον Ἀπολλωνίδου, τὸμ φύσει Εὐμήδου[ς], |
χρυσῶι στεφάνωι καὶ εἰκόνι χρυσῆι εὐεργέτην | |
ὄντα καὶ περὶ τὴν πολιτείαν ἐκτενῆ καὶ φιλάγαθον | |
καὶ προστάντα τῆς πατρίδος ἐν καιροῖς ἀναγκαί- | |
οις· ἐπαινέσαι δὲ αὐτὸν καὶ διότι θλιβομένης τῆς | |
35 | πόλεως τὴν τιμὴν αὐτὴν ἀποδεχόμενον |
παρὰ τοῦ δήμου καὶ τοῖς προγεγραμένοις ἀκόλου- | |
θον γινόμενον ἐπαγγέλλεσθαι τελέσειν παρ’ ἑ[αυ]- | |
τοῦ τὴν ἐσομένην δαπάνην εἰς τὴν εἰκόν[ος] | |
ἀνάθεσιν καίτοι γε τοῦ δήμου καὶ τὴν δαπάνην ἡ- | |
40 | δέως ἀναδεχομένου διὰ τὴν πρὸς Μένιππον ἐ- |
κτένειαν· καλεῖσθαι δὲ αὐτὸν καὶ εἰς προεδρίαν | |
ἐν τοῖς ἀγῶσιν ὅταν καὶ οἱ λοιποὶ καλῶνται· ε[ἶ]- | |
ναι δὲ αὐτῶι καὶ σίτησιν ἐμ πρυτανείωι· ἀν[α]- | |
θεῖναι δὲ αὐτοῦ τὴν εἰκόνα ἐν τῶι ἱερῶι το[ῦ] | |
45 | Ἀπόλλωνος τοῦ Κλαρίου ἐν τῶι παραδειχθησομέ- |
νωι τόπωι ὑπὸ τοῦ ταμίου καὶ ἐπιγράψαι τὴν | |
δεδηλωμένην ἀναγγελίαν καὶ παραστῆσαι στ[ή]- | |
λην περιέχουσαν τόδε τὸ ψήφισμα· οἱ ψη- | |
φίσαντες χίλιοι τριακόσιοι τεσσαράκον- | |
50 | τα δύο, οἱ δόντες χίλιοι τριακόσιοι εἴκοσι ἕ[ξ], |
οἱ μὴ δόντες δεκαέξ. |