SEG 39:1244
[ ] Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — aft. 120/119 BC — Robert, Claros I (1989) 63-66 — SEG 39.1244
I [— — —]-
1 δης· ἐπιτελέσας δὲ ταύτας κα[ὶ τ]οῦ πέμψαν-
τος δήμου καὶ τῆς μητροπόλεως ἀξίως ἐπέ-
μεινε τοῖς ἀρίστοις συνδιατρίβων καθηγη-
ταῖς· δοὺς δὲ δεῖγμα τὸ κάλλιστον τοῦ βίου καὶ
5 τῆς παιδείας ἧς μετέλαβεν αὐτῆι πρῶτον τῆι
μεταδούσηι πόλει τῆς ἀξίας ἔτυχεν ἐπισημα-
σίας παρ’ αὐτοῖς Ἀθηναίοις στεφανωθεὶς καὶ πο-
λίτης κατὰ ψήφισμα γενόμενος, καὶ τῆς ὅλης
παρεπιδημίας τὴν καθήκουσαν λαβὼν μαρτυρί-
10 αν· παραγενηθεὶς δὲ ἀπὸ τῆς σχολῆς ἀκόλουθον
ἑαυτὸν τοῖς προειρημένοις εὐθὺς ἐγ νέου παρέσ-
χετο πρεσβεύων τε καὶ συμβουλεύων τὰ κράτισ-
τα καὶ φιλοτιμίας οὐθενὸς λειπόμενος τῶν πο-
λιτῶν· πολλὰς μὲν γὰρ πρεσβείας τετέλεκεν πρὸς στρα-
15 τηγοὺς καὶ ταμίας καὶ τοὺς εἰς τὴν Ἀσίαν παραγι-
νομένους Ῥωμαίων, πολλὰς δὲ εἰς τὴν Ἀτταλι-
κὴν βασιλείαν καὶ πόλεις οὐκ ὀλίγας· μεγίστας
δὲ καὶ περὶ ἀναγκαιοτάτων πρεσβείας τετέλεκε
πρὸς αὐτὴν τὴν τῶν ἡγουμένων σύνκλητον,
20 δὶς μὲν ὑπὲρ αὐτῆς τῆς πόλεως εἰς Ῥώμην πορευ-
θεὶς καὶ τηρήσας ἄθραυστα τὰ τοῦ δήμου φιλάνθρω-
πα, τρίτον περὶ τῆς Διοσιερίτιδος χώρας καὶ τῶν κα-
τὰ τὰ Στενὰ καὶ τὸ Πρεπέλαιον τόπων, τέταρτον τῶν
παραγινομένων εἰς τὴν Ἀσίαν τὰ κριτήρια μεταγόν-
25 των ἀπὸ τῶν νόμων ἐπὶ τὴν ἰδίαν ἐξουσίαν καὶ πρὸς
μέρος ἀεὶ τῶν ἐνκαλουμένων πολιτῶν ἐγγύας
ἀνανκαζομένων ὑπομένειν, πέμπτον ἀ-
ποσταλέντων γραμμάτων ἐκ Ῥώμης περὶ
τοῦ δοθέντος κριτηρίου κατὰ τῆς πόλε-
30 ως ἐπὶ τῶν ὑπάτων καὶ τοῦ γενομένου μετα-
πέμπτου πολίτου πρὸς ἔγκλημα κεφαλικόν· ἐμ
πάσαις δὲ μετὰ τῶν συμπρεσβευτῶν κατωρθω-
κὼς καὶ κάλλιστα καὶ συμφορώτατα δόγματα παρὰ
τῶν κρατούντων ἐνηνοχώς, τῆς μὲν παραλίου
35 χώρας τὴν πανκτησίαν βεβαιοτέραν πεποίηκε τῶι
δήμωι, τῆς δὲ κατὰ τὰ Στενὰ καὶ τὸ Πρεπέλαιον
τοὺς πατρίους ὅρους τετήρηκεν, τοὺς δὲ κατοι-
κοῦντας τὴν πόλιν ἠλευθέρωσε κατεγγυήσεων
καὶ στρατηγικῆς ἐξουσίας, τῆς ἐπαρχείας ἀπὸ τῆς
40 αὐτονομίας χωρισθείσης· κυρίους δὲ τοὺς νόμους
τετήρηκεν ἐπὶ παντὸς ἐγκλήματος καὶ πρὸς αὐτοὺς
Ῥωμαίους, τῆς συγκλήτου δεδογματικείας καὶ τὸν
ἀδικοῦντα καὶ τὸν ἐνκαλοῦντά τινι τῶν ἡμε-
τέρων πολιτῶν Ῥωμαῖον κρίνεσθαι παρ’ ἡμῖν, τόν
45 τε κατῃτιαμένον πολίτην ἐπὶ Ῥωμαϊκῶι θανάτωι
καὶ μετάπεμπτον γενόμενον πρὸς ἔγκλημα κεφαλι-
κὸν καὶ κριτηρίωι παραδιδόμενον ἅμα τῆι πόλει μετὰ
τῶν νόμων ἀνασέσωκεν, ἐφ’ οἷς κατὰ λόγον συνηδό-
μενοι τῶι δήμωι καὶ συνθύοντες παραγεγόνασι παρὰ
50 τῶν συγγενῶν καὶ φίλων πρεσβευταί· Μητροπολι-
τῶν δὲ καταιτιασαμένων ὡς ἐκ τῆς ἐκείνων ἀνδρο-
λήψιον πεποιημένων τῶν ἡμετέρων ἀρχόντων
καὶ ψευδεῖς ἀνακρίσεις ἀναγραφόντων κατὰ τῶν
πρωτεύειν τότε δοκούντων παρ’ αὐτοῖς ἐν τῆι
54a — — — — — — — — — — — — — — — — — —
col. II — — — — — — — — — — — — — — — — — —
1 τον ἐτήρησε Τ[․․5․․]ΙΝΟΥΔΑΤΕΛΕΣ[․․․8․․․․]
σε τὴν τῶν ἀντιπρεσβευόντων ἐπιβουλήν, ἀλ-
λὰ καὶ προσγεγραμμένον ἤνεγκε τῆι ἀποκρίσει
διότι τῆς ἐπαρχείας ἐκτὸς οὔτε κρίνειν οὔτε
5 πολυπραγμονεῖν τῶι στρατηγῶι καθήκει, ἰδι-
ώτατον τῆι δημοκρατίαι καὶ κάλλιστον ἐνέγκας ἀ-
πόκριμα· στρατηγὸς δὲ χειροτονηθεὶς ἐπὶ τῶν
ὅπλων ἐμ πολέμωι καὶ παρουσίαι στρατοπέ-
δων Ῥωμαϊκῶν καὶ μετὰ ταῦτα πάλιν τὴν αὐτὴν
10 ἀρχὴν λαβὼν τούς τε παραγινομένους εἰς τὴν πό-
λιν Ῥωμαίων αὐτὸς ἐξεδέχετο, τὰς τῶν πολιτῶν
οἰκίας ἀνεπισταθμεύτους ποιῶν, τοῦ τε κοι-
νῆι συμφέροντος τὴν πλείστην ἐποιεῖτο πρόνοι-
αν τὰς δαπάνας συναιρῶν, τά τε πρὸς τὸν πό-
15 λεμον ἐξυπηρέτησε τοῖς ἡγουμένοις, τὰ κρά-
τιστα συμβουλεύων τε καὶ ψηφιζόμενος ἀεί,
χρημάτων τε πλῆθος οὐκ ὀλίον περιεποίησε[ν]
τῆι πόλει· ἐτήρησεν δὲ μετὰ τῶν συναρχόν-
των ἅμα τήν τε κοινὴν τοῖς πολίταις πρὸς ἀλλή-
20 λους ὁμόνοιαν καὶ τὰς ὑπαρχούσας ἑκάστωι
κτήσεις, καθόλου τε πολλὰ χρήσιμα καὶ συμφέ-
ροντα πᾶσι τοῖς κατοικοῦσι τὴν πόλιν εἰσηγη-
σάμενος μαρτυρουμένην ἔχει τὴν ἐπ’ ἀγαθῶι
διάληψιν ἀεί· χειροτονηθεὶς δὲ καὶ ἀγωνοθέτης
25 ἐπηγγείλατο μὲν ἀπὸ ἀργυρίου ταλάντου τὰ θύ-
ρετρα τοῦ προνάου τῶι καθηγεμόνι τῆς πόλεως
Ἀπόλλωνι κατασκευάσειν· ὑπερθέμενος δὲ ἑ-
αυτὸν μείζονα τῆς ἐπαγγελίας κατεσκεύακεν
ἀπὸ πλείονος οὐκ ὀλίωι χρήματος· ἐπιμελῶς
30 δὲ καὶ δικαίως αὐτῶν τῶν ἀγώνων προστὰς ὑπὸ
πάντων τῶν εἰς τὴν πανήγυριν παραγενομέ-
νων Ἑλλήνων τε καὶ βαρβάρων ἐπισημασίας ἔτυ-
χεν ἀξιοζηλώτου· ἐν δὲ τῶι αὐτῶι ἐνιαυτῶι
καὶ τὸν πρυτανευτικὸν ἔχων στέφανον οὐ μόνον
35 ἐν τῆι τοῦ Διονύσου καταγωγῆι τὰς ὑπὲρ τῆς πό-
λεως θυσίας τοῖς θεοῖς καλλιερήσας δημοθοι-
νίαν ἐποίησεν, ἀλλὰ καὶ ἐν τοῖς κατὰ μῆνα συνα-
γωγαῖς τοῦ πρυτανείου πρὸς μέρος τοὺς πολίτας
καλῶν ἐπὶ τὴν κοινὴν ἑστίαν ἐτίμα· μετέδωκεν
40 δὲ τῆς φιλανθρωπίας ἐν τῆι δευτέραι τῆς δημο-
θοινίας ἡμέραι καὶ τοῖς ἰσοτελέσιν καὶ μετοίκοις·
παραγενομένου δὲ εἰς τὴν πόλιν οὐχ ἅπαξ καὶ τοῦ
Ῥωμαίων στρατηγοῦ Κοίντου Μουκίου καὶ τοῦ ταμί-
ου καὶ χιλιάρχων πάντας ὑπεδέξατο, τὰς παρὰ τῆς
45 πόλεως διδομένας δαπάνας ἀναπέμψας τῆι πό-
λει· ἐπί τε πρυτάνεως Εὐφράνορος ψηφισαμένου
τοῦ δήμου τὰ βασιλικὰ δεῖπνα τοῖς νέοις καὶ πρεσβυ-
τέροις συντελεῖσθαι, τῶν δὲ διδομένων εἰς ταῦτα
χρημάτων μὴ διαποιούντων, ἀλλὰ τῶν ἀποδεικνυ-
50 μένων ἐπιμηνίων οὐκ ὀλία παρ’ ἑαυτῶν εἰσφερόν-
των Μένιππος τούς τε μέλλοντας ἐπιμηνι-
εύσειν ἀπέλυσε τῆς δαπάνης, τά τε διδόμενα χρή-
ματα παρὰ τῆς πόλεως ἀνέπεμψε τῆι πόλει, τήν
τε τοῦ δήμου προαίρεσιν καὶ τὰς τῶν βασιλέων ἐτη-
54a — — — — — — — — — — — — — — — — — — —
col. III — — — — — — — — — — — — — — — — — — —
1 ἃς τ[ε]τέλ[ε]κε δωρεάν, καὶ πολλὰς ἐπαγγελί[ας]
ἑτέρας τῶι δήμωι πεποίηται καιρὸν οὐθένα
παριεὶς οὐδὲ χρείαν οὐδεμίαν ἀνανκαίαν, ἔν
τε ταῖς χορηγίαις καὶ πρὸς θεοὺς καὶ πρὸς ἀν-
5 θρώπους διάδηλον ἔσχηκε τὴν φιλοτιμίαν· τοι-
γαροῦν διὰ τὴν ἐμ πᾶσιν ἀρετὴν τοῖς μεγίστοις
Ῥωμαίων συσταθεὶς αὐτός τε πρεσβεύων ὑ-
πὲρ αὐτῶν καὶ πίστεως ἀξιούμενος ἐπίσημος
γέγονε παρὰ πολλαῖς τῶν Ἑλληνίδων πόλε-
10 ων, τῆς τε πόλεως γνησίους αὐτοὺς πεποιη-
κὼς πάτρωνας χρησιμώτατος παρὰ τοῖς ἡγου-
μένοις γέγονε τῶι δήμωι παρ’ οἷς ἀναγκαιόταται
πᾶσίν εἰσιν ἀνθρώποις χρεῖαι· ἐπαγγέλλεται
δὲ καὶ εἰς τὸν λοιπὸν χρόνον τὴν αὐτὴν αἵρεσιν
15 εἰς τὰ τῆι πατρίδι συμφέροντα τηρήσειν· ὅπως
οὖν ἡ βουλὴ καὶ ὁ δῆμος φαίνηται τοὺς ἀγα-
θοὺς ἄνδρας τιμῶντες ἀξίως τῶν εἰς ἑ-
αυτοὺς εὐεργεσιῶν· δεδόχθαι τῆι βου-
λῆι καὶ τῶι δήμωι· ἐπαινέσαι Μένιππον Ἀπολ-
20 λωνίδου τὸμ φύσει Εὐμήδους Προμήθεον, φυ-
λῆς δὲ Σελευκίδος, καὶ στεφανοῦσθαι αὐτὸ[ν]
χρυσῶι στεφάνωι καὶ εἰκόνι χρυσῆι ἀρετῆς ἕ-
νεκε καὶ φιλαγαθίας τῆς εἰς τὸν δῆμον· ἀναγγέ[λ]-
λεσθαι δὲ τὰς τιμὰς ἀεὶ τοῖς τε Διονυσίοις καὶ τοῖς
25 Κλαρίοις ἐν τοῖς ἀγῶσιν, τῆς δὲ ἀναγγελίας τὴ[ν]
ἐπιμέλειαν ποιεῖσθαι τοῖς μὲν Διονυσίοις τὸν
πρύτανιν, τοῖς δὲ Κλαρίοις τοὺς ἀγωνοθέτας
ἐν τῆι πυρρίχηι καὶ τοῖς γυμνικοῖς ἀγῶσιν, τοῦ
κήρυκος ἀναγορεύοντος· ὁ δῆμος στεφανοῖ
30 Μένιππον Ἀπολλωνίδου, τὸμ φύσει Εὐμήδου[ς],
χρυσῶι στεφάνωι καὶ εἰκόνι χρυσῆι εὐεργέτην
ὄντα καὶ περὶ τὴν πολιτείαν ἐκτενῆ καὶ φιλάγαθον
καὶ προστάντα τῆς πατρίδος ἐν καιροῖς ἀναγκαί-
οις· ἐπαινέσαι δὲ αὐτὸν καὶ διότι θλιβομένης τῆς
35 πόλεως τὴν τιμὴν αὐτὴν ἀποδεχόμενον
παρὰ τοῦ δήμου καὶ τοῖς προγεγραμένοις ἀκόλου-
θον γινόμενον ἐπαγγέλλεσθαι τελέσειν παρ’ ἑ[αυ]-
τοῦ τὴν ἐσομένην δαπάνην εἰς τὴν εἰκόν[ος]
ἀνάθεσιν καίτοι γε τοῦ δήμου καὶ τὴν δαπάνην ἡ-
40 δέως ἀναδεχομένου διὰ τὴν πρὸς Μένιππον ἐ-
κτένειαν· καλεῖσθαι δὲ αὐτὸν καὶ εἰς προεδρίαν
ἐν τοῖς ἀγῶσιν ὅταν καὶ οἱ λοιποὶ καλῶνται· ε[ἶ]-
ναι δὲ αὐτῶι καὶ σίτησιν ἐμ πρυτανείωι· ἀν[α]-
θεῖναι δὲ αὐτοῦ τὴν εἰκόνα ἐν τῶι ἱερῶι το[ῦ]
45 Ἀπόλλωνος τοῦ Κλαρίου ἐν τῶι παραδειχθησομέ-
νωι τόπωι ὑπὸ τοῦ ταμίου καὶ ἐπιγράψαι τὴν
δεδηλωμένην ἀναγγελίαν καὶ παραστῆσαι στ[ή]-
λην περιέχουσαν τόδε τὸ ψήφισμα· οἱ ψη-
φίσαντες χίλιοι τριακόσιοι τεσσαράκον-
50 τα δύο, οἱ δόντες χίλιοι τριακόσιοι εἴκοσι ἕ[ξ],
οἱ μὴ δόντες δεκαέξ.
Search Help
Contact Us