[ ]
Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — ca. 130-110 BC — Robert, Claros I (1989) 11-17 — SEG 39.1243
I | — — — |
1 | [․]εν ἔτι τὴν ἀπὸ τῶν ἐφήβων ἔχων |
ἡλικίαν προσεδρεύων τῶι γυμνα- | |
σίωι καὶ τὴν μὲν ψυχὴν τοῖς καλλίσ- | |
τοις συντρέφων μαθήμασιν, τὸ δὲ | |
5 | σῶμα τοῖς ἀπὸ τῶν γυμνασιῶν ἐ- |
θισμοῖς ἐναθλήσας ἐστεφα- | |
νώθη μὲν ἱεροὺς ἀγῶνας, εἰσ- | |
άγων δὲ τούτους εἰς τὴν πα- | |
τρίδα καὶ τὰς ἐπιβαλλούσας | |
10 | τοῖς θεοῖς παριστάνων θυσί- |
ας, πάντας ὁμοίως σπεύδων | |
ἀπ’ ἀρχῆς κοινωνοὺς ποιήσασ- | |
θαι τῆς τοῦ βίου προαιρέσεως | |
γλυκισμοὺς ἐπιτελέσας με- | |
15 | τάδοσιν ἐποιήσατο τῆς ἀπὸ |
τοῦ βίου χορηγίας· καλὸν δὲ κρί- | |
νων οὐ μόνον τὸν ἀπὸ τοῦ σώ- | |
ματος περιγινόμενον τῶι βίωι | |
καὶ τῆι πατρίδι κόσμον, ἀλλὰ καὶ | |
20 | τὸν ἀπὸ τοῦ προίστασθαι τῶν κοι- |
νῶν λόγω<ι> καὶ πράξει πολιτι- | |
κῇ, ἀπήντησεν μὲν εἰς τὴν | |
Ῥοδίων πόλιν, κἀκεῖ τοῖς ἀρίσ- | |
τοις καθηγηταῖς συνδ[ι]ατρείψας, | |
25 | ἄλυπον μὲν καὶ διὰ πάντων ἀ- |
παρενόχλητον ἐποιήσατο τὴν | |
ἐπιδημίαν καὶ ἀξίαν ἑκατέρων | |
τῶν πόλεων· μετὰ ταῦτα προ- | |
χιρισθεὶς θεωρὸς εἰς τὴν Ζμυρ- | |
30 | ναίων πόλιν τὰς νομιζο- |
μένας τοῖς θεοῖς παρέστη- | |
σεν θυσίας μετὰ τοῦ συναποδει- | |
χθέντος ἀνδ[ρ]ὸς ἀξίως τῶν δή- | |
μων ἑκατέρων καὶ τὸ ταγὲν αὐ- | |
35 | τῶι διάφορον εἰς τὴν [θυ]σίαν ἀνέ- |
πεμψεν τῶι δήμωι· ἐπέμει<νε> δὲ | |
κἀκεῖ συνὼν τοῖς ἀρίστοις παι- | |
δευταῖς· λαβὼν δὲ τῆς πάσης | |
παρεπιδημίας τὴν ἐπιβάλλου- | |
40 | σαν μαρτυρίαν καὶ ἐπαινεθεὶς |
διὰ ψηφίσματος οὐ μόνον παρὰ | |
τοῖς ἀποδεξαμένοις αὐτὸν Ζμυρ- | |
ναίοις καὶ τὴν περὶ τὸν βίον ἀρε- | |
τὴν καὶ εὐταξίαν, ἀλλὰ καὶ πα- | |
45 | ρ’ ἡμῖν διαπρεσβευθέντων τού- |
των μετὰ πομπῆς, φιλοτιμίας | |
— — — | |
II.1 | — — — |
κ̣α̣τ̣ο̣[․․․8․․․․]πλειον̣ος ν[․․․] | |
[․]σης αὐτὰς τὴν κτῆσιν ἐποιή̣σατο· | |
πρεσβεύων μὲν καὶ συμβουλεύ- | |
ων τὰ συνφορώτατα, φιλοτιμίας | |
5 | δὲ οὐδεμιᾶς λειπόμενος, ἱκα- |
νῶς μὲν γὰρ πρεσβείας | |
τετέλεκεν πρὸς στρατη{ι}- | |
γοὺς {²⁶στρατηγοὺς}²⁶ καὶ ταμίας καὶ πόλε[ι]ς | |
ἃς πάσας ἐκ τῶν ἰδίων ἀ- | |
10 | νελείπτως χορηγῶν διῴ- |
κησεν, καλλίστας δὲ καὶ | |
περὶ ἀναγκαιοτάτων τετέ- | |
λεκεν πρεσβείας συμφερόν- | |
τως πρὸς αὐτοὺς τοὺς ἡγου- | |
15 | μένους Ῥωμαίους καὶ τὴν |
σύνκλητον, τοὺς μὲν λοιποὺς | |
τῶν πολιτῶν ἀπαρενοχλήτους | |
ἐῶν μένειν ἐπὶ τῶν ἰδίων, | |
αὐτὸς δὲ τὸν ὑπὲρ ἁπάντων | |
20 | κίνδυνον ἀναδεχόμενος |
καὶ κατὰ γῆν καὶ κατὰ θάλασ- | |
σαν σώματι κ<αὶ τ>ῆι ψυχῆι καὶ | |
τῶι παντὶ βίωι περὶ τοῦ δήμου | |
παραβαλλόμενος, ἐνέτυχεν | |
25 | μὲν τοῖς ἡγουμένοις Ῥωμαίοις |
καὶ φανεὶς ἄξιος τῆς ἐκείνων | |
φιλίας τὸν ἀπὸ ταύτης καρπὸν | |
τοῖς πολείταις περιεποίησεν | |
πρὸς τοὺς ἀρίστους ἄνδρας τῆι | |
30 | πατρίδι συνθέμενος πατρωνεί- |
ας, στοιχοῦσαν δὲ τῆι περὶ αὐτὸν | |
ὑποστάσει λαβὼν καὶ τὴν παρὰ | |
τῆς συγκλήτου μαρτυρίαν, γι- | |
νομένης ἁρπαγῆς καὶ ἐφόδου | |
35 | μεθ’ ὅπλων καὶ ἀδικημάτων ἐ- |
πὶ τ<ῆ>ς ὑπαρχούσ<η>ς <ἡ>μεῖν χώρας | |
ἐπὶ Δούλων πόλεως, οὐ μόνον | |
τὴν ὑπὲρ ἐκείνων οἰκονομίαν | |
μετὰ τοῦ συνπρεσβεύοντος ἀν- | |
40 | δρὸς ἀποδημήσας οἰκήαν τῶν |
καιρῶν ἐποιήσατο, ἀλλὰ καὶ δό- | |
γματι διεκώλυσε τὰς ἁρπαγὰς | |
τῶν σπερμάτων καὶ τὰς βλάβας | |
γίνεσθαι, ἐπίταγμα τῆς συγκλή- | |
45 | του ποιησαμένης τοῖς ταῦτα |
διαπρασσομένοις ἵνα μηδὲν | |
εἰς τὸν δῆμον ἀδίκημα συν- | |
τελῶνται, φροντίζωσιν δὲ πε- | |
ρὶ τούτων {ε} καὶ ἐνισχύωσιν οἱ | |
50 | διαβαίνοντες εἰς τὴν ἐπαρ- |
χήαν στρατηγοί· ἑνὸς δὲ τῶν | |
πολιτῶν κατακρίτου γενομέ- | |
νου Ῥωμ<α>ϊκῷ κριτηρίωι ἐν τῆι ἐ- | |
παρχείᾳ, πρεσβεύσας πρὸς τὸν | |
55 | στρατηγὸν τὸ{ν} γενόμενον ἄκυ- |
ρον ἐποίησεν καὶ τὰ κρίματα | |
καὶ τὸν πολείτην καὶ τοὺς νό- | |
μους ἀβλαβεῖς ἐτήρησεν· πάλιν | |
τε προστάγματος ἐνεχθέντος | |
60 | ἐναντίου τοῖς νόμοις κατά τι- |
νων, ἐπελθὼν ἔπεισε τοὺς | |
ἡγουμένους ὡς δεῖ τὰ κριτήρια | |
— — — | |
III.1 | — — — |
[․․․․]ΟΜΕΝ[․․․]ΟΥΤΩΝ ἐδέ- | |
ξατο διάφορον· ἀνασστρα- | |
φεὶς δὲ καὶ τῆς πόλεως | |
καὶ αὐτῶν ἡγουμένων Ῥω- | |
5 | μαίων ἀξίως καὶ τελέ- |
σας τὴν χρήαν ἀνεγλεί- | |
πτως ἀπὸ τοῦ δοθέντος | |
χρήματος καὶ θεοῖς {καὶ} | |
πρέπον καὶ αὐτῶι τῶι δή- | |
10 | μωι θυμίατρον ἀνέθηκεν, |
τελῶν καὶ τὴν εἰς α[ὐ]- | |
τὸ κατασκευὴν ἐκ τῶν | |
ἰδίων· ἀπολυθεὶς δὲ καὶ | |
τῶν τοιούτων ΑΠΓΕΛΙΣ- | |
15 | ΜΩΝ διὰ τὴν ἱερατηίαν, |
καλὸν δὲ κρίνων καὶ αὐ- | |
θαιρέτως ὑπομένειν | |
τοὺς ὑπὲρ τοῦ θρέψαντος | |
ἐδάφους κινδύνους, ἐν | |
20 | ταῖς ἐπιτρεπομέναις |
ἑαυτῶι χρείαις τῆς πα- | |
τρίδος γνησίως καὶ λέ- | |
γων καὶ πράσσων τὰ κρά- | |
τιστα διατετέλεκεν· | |
25 | πολλοῖς δὲ τῶν ἐπὶ τὸν |
δῆμον καταφευγόντων | |
διὰ τὰς τυχικὰς περιστά- | |
σεις καὶ προσδεομένοις | |
ἐπικουρήας πολειτικῶς | |
30 | κέχρηται καὶ ἀνθρωπίνως, |
ἐπιδιδοὺς καὶ συνυπολαμ- | |
βάνων καὶ καθ’ ἰδίαν καὶ ἐν | |
ταῖς γεινομέναις ὑπὸ τοῦ | |
δήμου παρακλήσεσιν προθύ- | |
35 | μως· διὰ παντὸς δὲ φιλάν- |
θρωπον καὶ τοῦ τῆς πόλεως | |
ἤθους οἰκῆον ἑαυτὸν παρεχό- | |
μενος, πολλοῖς μὲν τῶν χρε- | |
οφιλετῶν διάφορα παρείς, δι- | |
40 | αμαρτυρουμένην ἔσχεν τὴν |
ἀπὸ τῶν πρασσομένων χά- | |
ριν, ἑκάστου τῶν εὐεργετου- | |
μένων ἐ<ν> τοῖς δημοσίοις | |
χρηματιστηρίοις ἐπίση- | |
45 | μον πεποιηκότος τὴν ἀπὸ |
τῆς παρέσεως φιλανθρω- | |
πίαν· οὐκ ὀλίοις δὲ τῶν ἐπι- | |
δεομένων ξένων καὶ κα- | |
ταφευγόντων ἐπὶ τὸν δῆ- | |
50 | μον ἠράνικεν, οὐδένα κατὰ |
περίστασιν ἐπ<τ>αικότα πε- | |
ριορῶν, ἴσον τε πᾶσιν ἑ- | |
αυτὸν καὶ διὰ πάντων | |
εὐεργετικὸν παρεχό- | |
55 | μενος οὐ μόνον κοινῇ |
τοῖς τὴν πόλιν κατοι- | |
κοῦσιν, ἀλλὰ καὶ κατ’ ἰ- | |
[δίαν — — —] | |
— — — | |
IV | — — — |
1 | Κ̣[․․․․]ΙΚΟΝ[․]Υ̣ΝΕ[․]ΩΝ τοῖς δ[η]- |
μόταις καὶ κοινῆι, ἀναδεδ[ει]- | |
χὼς ἑκάστῳ πρὸς εὐσχη- | |
μοσύνην τὴν ἰδίαν περιου- | |
5 | σίαν· οὐκ ὀλίοις δὲ καὶ πρὸς ἰ- |
διώτας συναλλάσσουσι | |
τετήρηκεν ἀμεταμέλη- | |
τον τὴν ἀναδοχὴν καὶ με- | |
σειτήαν, τὴν ἀπὸ τοῦ κατ’ ἰ- | |
10 | δίαν βίου πίστιν παρησίᾳ πε- |
ριτιθεὶς τοῖς ἐργαζομένοις· | |
ἔν τε ταῖς λοιπαῖς χορηγίαις | |
ἐπίσημον ἔσχηκεν τὴν πρὸς | |
τὴν πατρίδα φιλοτειμίαν, | |
15 | ἐπιδιδοὺς μὲν ἀκροάματα κα- |
τὰ τὴν ἰδίαν ὑπὸ τοῦ δήμο[υ] παράκλη- | |
σιν, ἐπανγειλάμενος δὲ διάφο- | |
ρον καὶ τελέσας ἀναπόδοτον | |
τοῖς παραγενομένοις πὰρ Κρη- | |
20 | τῶν πρεσβευταῖς, ἐκδεχόμενος |
{δεχομενος} δὲ καὶ Ῥωμαί- | |
ους καὶ τελῶν τὴν ἰς τούτους | |
δαπάνην ἐκ τῶν ἰδίων· | |
γάμον δὲ συντελῶν γλυκισ- | |
25 | μὸν ἐπετέλεσεν καὶ τοὺς |
μὲν πολίτας ἠρίστισεν | |
διαμερίζων σὺν τοῖς λοιποῖς | |
καὶ τὰ ἀπὸ τῶν καλλιερηθέν- | |
των ὑπὲρ τῆς κοινῆς σωτηρί- | |
30 | ας τοῖς θεοῖς ἱερήων καὶ δι- |
δοὺς ἀποφόρητα, τοῖς δὲ μετοί- | |
κοις καὶ ἰσοτελέσιν καὶ ξέ- | |
νοις τοῖς παρεπιδημοῦσιν | |
χάριν παιδήας ἐκρεαδότηισε· | |
35 | ἀγωνοθέτης χειροτονηθεὶς |
ὡς προσστησόμενος μόνον | |
τῶν ἱερῶν ἀγώνων, διαλαβὼν | |
τα<ύ>τη<ν> μὲν χρείαν ἴσην οἴ<σ>ειν | |
τοῖς λοιποῖς τῆι πατρίδι δό- | |
40 | ξαν, προθυμούμενος δὲ τὴν ἰδί- |
αν ἀρετὴν καὶ τὴν πρὸς τὸν δῆ- | |
μον φιλοτιμίαν μὴ μόνον τοῖς | |
πολείταις, ἀλλὰ καὶ πᾶσιν ἀν- | |
θρώποις ἐπίσημον καταστῆ- | |
45 | σαι, προέστη{ν} τῶν ἱερῶν ἀγώ- |
νωιν δικαίως μετὰ τῶν συνα- | |
ποδεδειγμένων ἀνδρῶν, ὑποσ- | |
τὰς δὲ αὐτὸς μεγαλομερῶς | |
καὶ πάσῃ δαπάνῃ χρησάμε- | |
50 | νος ἀφιδῶς, συνεκάλεσε μὲν |
πάντας ἀνθρώπους ἐπὶ τοὺς | |
συντελεσθησομένους ἀγῶ- | |
νας καὶ τὰς θυσίας τοῖς θεοῖς | |
— — — | |
V | — — — |
1 | ἀνδρῶν τε κ[․․․․]ω[— —c.14— —] |
καὶ διδασσκαλία μονο[— —c.12— —] | |
τέλεσεν ὥστε τοὺς μὲ[ν ἀφικομ]ένους | |
ἰς τὴν πόλιν ἀδιάψευστον λ[αβεῖν] τὴν | |
5 | ἐκ τῆς ἀποδημίας [σ]πουδὴν, γενομέ- |
νους θεατὰς ἀρετῆς ἀμειμήτου, | |
τὴν δὲ πόλιν ἐπιφανεστέραν γενέσ- | |
θαι πρὸς δόξαν καὶ διάληψιν ἣν ἔσχον | |
οἱ παρεπιδημήσαντες καὶ διανγεί- | |
10 | λαντες τὴν ἀρετὴν καὶ χορηγίαν |
αὐτῆς, ἐπανγέλλεται κ[αὶ] εἰς τὸ λοιπὸν | |
χρόνον τὴν αὐτὴν αἵρεσιν σ[υ]νφυλάξειν | |
πρὸς τὰ τοῦ δήμου συνφέροντα μηθένα και- | |
ρὸν παραλείπων μήτε τῶν πρὸς δόξαν μήτε | |
15 | τῶν πρὸς τειμὴν μήτε τῶν πρὸς τὰς χρήας |
τὰς πολιτικὰς τῶι δήμωι διαφερόντων, ἀλ- | |
λὰ πειρᾶσθαι καθ’ ὑπέρθεσιν ἀνέλλιπτον πα- | |
ρέξεσθαι τὴν ἑαυτοῦ σπουδήν· ὅπως οὖν | |
ἡ βουλὴ καὶ ὁ δῆμος φαίνηται τοὺς ἀγαθοὺς | |
20 | ἄνδρας καὶ πολλὰ δείγματα τῆς ἀρετῆς |
τεθικότας καὶ εἰς τὸν μέλλοντα χρόνον | |
τὰς ἀρίστας ἐλπίδας διδόντας καὶ ἀξί- | |
ως τειμῶντες καὶ προτρεπόμενοι διὰ | |
τῶν <τ>οιού{ν}των {²⁶τοιούτων}²⁶ ἐπὶ τὰς εὐεργεσίας τὰς | |
25 | κοινάς, δεδόχθαι τῇ βουλῇ καὶ τῶι δήμωι· |
τειμῆσαι Πτολεμαῖον Πανταγνώτου Κνη- | |
μάδη, φυλῆς δὲ Ἀπολλωνιάδος, καὶ στεφα- | |
νῶσαι αὐτὸν χρυσῶι στεφάνωι καὶ εἰκόνι | |
χρυσῇ ἀρετῆς ἕνεκα καὶ φιλαγαθίας τῆς | |
30 | εἰς τὸν δῆμον, ἀναγγέλλεσθαι δὲ τὰς τει- |
μὰς ἔν τε τοῖς Διονυσίοις καὶ τοῖς Κλαρίοις | |
ἐν {τε} τοῖς ἀγῶσιν, ἀεὶ τὴν ἐπιμέληαν ποι[ουμένων] | |
ἐν μὲν τοῖς Διονυσίοις τῶν πρυτάνεων, | |
ἐν δὲ τοῖς Κλαρίοις τῶν ἀγωνοθετῶν· | |
35 | στεφανοῦσθαι δὲ αὐτὸν καὶ κηρύσεσθαι |
τὰς τιμὰς ἐν ταῖς πυρίχαις καὶ τοῖς γυμνι- | |
κοῖς ἀγῶσι διὰ παντός· εἶναι δὲ τὸ κήρυγμα | |
τόδε· "ὁ δῆμος <σ>τεφανοῖ Πολεμαῖον Παντα- | |
γνώτου χρυσῶι στεφάνωι καὶ εἰκόνι χρυσῆι | |
40 | ἄνδρα ἀγαθὸν ὄντα καὶ φιλάγαθον καὶ περὶ |
τὴν πολιτήαν ἐκτενῆ καὶ μηθένα καιρὸν | |
παραλιπόντα τῶν εἰς τὸ συμφέρον τῆς πό- | |
λεως ἀνηκόντων"· στῆσαι δὲ εἰκόνα | |
χρυσῆν ἐπὶ στυλίδος ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος | |
45 | τοῦ Κλαρίου παρὰ τὸν βωμὸν τῶν Χαρίτων· ἐπι- |
γράψαι δὲ καὶ ἐπὶ τὴν στυλίδα τὰ διὰ τοῦ ψη- | |
φίσματος δηλούμενα· ἐπὶ δὲ τοῦ βήματος | |
τόδε τὸ ψήφισμα· τὸ δὲ ἰς τὴν ἰκόνα καὶ τὸ βῆμα | |
καὶ τὴν στυλίδα προβουλεῦσαι μὲν τὴν βουλὴν, τάξαι | |
50 | δὲ τὸν δῆμον· τὸ τεταγμένον πρ[ο]σγράψαι τὸν γραμ- |
ματοφύλακα Κάλλιππον πρὸς τόδε τὸ ψήφισμα· τελέ- | |
σαι δὲ τὸν οἰκονόμον ἀπὸ τῆς φυλακῆς καὶ τῆς διοική- | |
σεως Πολεμαίωι· τὸ<ν> δὲ προνοῆσαι τῆς κατασκευῆς | |
τῶν ἐψηφισμένων καὶ τῆς ἀναθέσεως· καλεῖσθαι | |
55 | δὲ Πολεμαῖον καὶ εἰς προεδρίαν ἐν πᾶσι τοῖς |
ἀγῶσι ὅταν καὶ οἱ λοιποὶ καλῶνται· εἶναι δὲ αὐτῶι | |
καὶ σίτησιν ἐν πρυτανήωι καὶ Ε̣Ι̣Σ̣Α̣․․․Ι․ΟΝΟ— — |