[ ]
Att. — Rhamnous — 222/1 BC — PAE 1990.6-11
1 | [ἔ]δοξεν Ἀθηναίων τοῖς τεταγμένοις ἐν τῶι Ἀφ[ί]δν[ω]- |
[ι], Ἱέρων Ἀπολλοδώρου Ὑβάδης εἶπεν· v ἐπειδὴ Νικόμα- | |
χος στρατηγὸς χειροτονηθεὶς ὑπὸ τοῦ δήμου ἐπὶ | |
τὴν χώραν τὴν παραλίαν εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ | |
5 | Ἀρχελάου, τῶν τε φρουρίων ἐπεμελήθη καλῶς καὶ v |
συνφερόντως τῶι τε δήμωι καὶ τοῖς οἰκοῦσιν ἐν ἑκα- | |
τέρωι τῶν φρουρίων, καὶ τῆς κατὰ τὴν χώραν ἐφρόν%⁸⁰- | |
τισεν ἀσφαλείας ὅπως μηθὲν ἀδίκημα γίνηται κ[αὶ] | |
διαφυλάξας παρέδωκε τῶι μεθ’ αὑτὸν στρατηγῶι· vv | |
10 | ἔθυσεν δὲ καὶ τεῖ Θέμιδι καὶ τεῖ Νεμέσει καὶ τοῖς ἄλλοις |
θεοῖς οἷς πάτριον ἦν ἐκ τῶν ἰδίων καὶ ἀναθεὶς ἀνά%⁸⁰- | |
θημα καὶ θύσας τὰ ἐξιτητήρια τεῖ Ἀφροδίτει τεῖ Ἡγε%⁸⁰- | |
μόνει ἐκ τῶν ἰδίων καὶ συνπαρέλαβεν τούς τε λοι- | |
ποὺς πάντας τοὺς ὑφ’ ἑαυτὸν ταττομένους ἐπὶ τὴν | |
15 | θυσίαν καὶ Ἀθηναίων τοὺς τεταγμένους ἐν τῶι Ἀφί- |
δνωι· ἐφρόντισεν δὲ καὶ ὅπως εὐτάκτως κομίζων- | |
ται τὰ ὀψώνια καὶ χρήσιμον ἑαυτὸν παρεσκεύαζεν | |
καὶ κ[οι]νεῖ καὶ ἰδίαι ἑκάστωι εἰς ὃ ἄν τις αὐτὸν παρακα- | |
λώη, ὅπως οὖν ἐφάμιλλον εἶ τοῖς καθισταμένοις | |
20 | ἀεὶ στρατηγοῖς χρησίμους παρασκευάζειν ἑαυ- |
τοὺς τοῖς στρατευομένοις, ἀγαθεῖ τύχει· δεδόχθαι | |
Ἀθηναίων τοῖς στρατευομένοις τῶι Ἀφίδνωι ἐπαι- | |
νέσαι Νικόμαχον Αἰνιάδου Παιανιέα καὶ στεφανῶ- | |
σαι χρυσῶι στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς ἕ- | |
25 | νεκα καὶ δικαιοσύνης ἣν ἔχων διατελεῖ πρός τε τὴν |
βουλὴν καὶ τὸν δῆμον καὶ τοὺς στρατευομένους | |
Ἀθηναίων, ἐπαινέσαι δὲ καὶ τὸν κατεστη<μ>έν<ον> ἐπι- | |
μελητὴν Νεμόνεω Ἐλαιούσιον καὶ τὸν γραμματέα | |
Ἀρχέστρατον Εὐωνυμέα καὶ στεφανῶσαι ἑκάτερον | |
30 | θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης |
τῆς εἰς ἑαυτούς. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα | |
ἐν στήλαις λιθίναις δυεῖν καὶ στῆσαι τὴν μὲν | |
ἐν Ῥαμνοῦντι, ἐν τῶι ἱερῶι τῆς Ἀφροδίτης τῆς Ἡγεμό- | |
νης, τὴν δ’ ἐν τῶι Ἀφίδνωι· ἑλέσθαι δὲ τρεῖς ἄνδρα- | |
35 | ς ἐξ ἑαυτῶν οἵτινες ἐπιμελήσονται τῆς ἀναθέ%⁸⁰%⁸⁰- |
σεως· v οἵδε εἱρέθησαν Ἱέρ[ων Ὑβ]άδης, Νικίας Κηφι%⁸⁰%⁸⁰- | |
σιεύς, v Μικίων. | |
cit 1.38 | [οἱ στρ]ατευ- |
[όμενοι τῶν πολ]ιτῶν | |
40 | [Νικόμαχον] |
[Παιανιέα]. | |
cit 2.42 | [τὸν] |
[ἐπιμελητὴν] | |
[Νεμόνεω] | |
45 | [Ἐλαιούσιον]. |
cit 3.46 | [τὸν] |
[γραμματέα] | |
[Ἀρχέστρατον] | |
[Εὐωνυμέα]. |