[ ] Att. — Rhamnous — 222/1 BC — PAE 1990.6-11
1 [ἔ]δοξεν Ἀθηναίων τοῖς τεταγμένοις ἐν τῶι Ἀφ[ί]δν[ω]-
[ι], Ἱέρων Ἀπολλοδώρου Ὑβάδης εἶπεν· v ἐπειδὴ Νικόμα-
χος στρατηγὸς χειροτονηθεὶς ὑπὸ τοῦ δήμου ἐπὶ
τὴν χώραν τὴν παραλίαν εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ
5 Ἀρχελάου, τῶν τε φρουρίων ἐπεμελήθη καλῶς καὶ v
συνφερόντως τῶι τε δήμωι καὶ τοῖς οἰκοῦσιν ἐν ἑκα-
τέρωι τῶν φρουρίων, καὶ τῆς κατὰ τὴν χώραν ἐφρόν%⁸⁰-
τισεν ἀσφαλείας ὅπως μηθὲν ἀδίκημα γίνηται κ[αὶ]
διαφυλάξας παρέδωκε τῶι μεθ’ αὑτὸν στρατηγῶι· vv
10 ἔθυσεν δὲ καὶ τεῖ Θέμιδι καὶ τεῖ Νεμέσει καὶ τοῖς ἄλλοις
θεοῖς οἷς πάτριον ἦν ἐκ τῶν ἰδίων καὶ ἀναθεὶς ἀνά%⁸⁰-
θημα καὶ θύσας τὰ ἐξιτητήρια τεῖ Ἀφροδίτει τεῖ Ἡγε%⁸⁰-
μόνει ἐκ τῶν ἰδίων καὶ συνπαρέλαβεν τούς τε λοι-
ποὺς πάντας τοὺς ὑφ’ ἑαυτὸν ταττομένους ἐπὶ τὴν
15 θυσίαν καὶ Ἀθηναίων τοὺς τεταγμένους ἐν τῶι Ἀφί-
δνωι· ἐφρόντισεν δὲ καὶ ὅπως εὐτάκτως κομίζων-
ται τὰ ὀψώνια καὶ χρήσιμον ἑαυτὸν παρεσκεύαζεν
καὶ κ[οι]νεῖ καὶ ἰδίαι ἑκάστωι εἰς ὃ ἄν τις αὐτὸν παρακα-
λώη, ὅπως οὖν ἐφάμιλλον εἶ τοῖς καθισταμένοις
20 ἀεὶ στρατηγοῖς χρησίμους παρασκευάζειν ἑαυ-
τοὺς τοῖς στρατευομένοις, ἀγαθεῖ τύχει· δεδόχθαι
Ἀθηναίων τοῖς στρατευομένοις τῶι Ἀφίδνωι ἐπαι-
νέσαι Νικόμαχον Αἰνιάδου Παιανιέα καὶ στεφανῶ-
σαι χρυσῶι στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς ἕ-
25 νεκα καὶ δικαιοσύνης ἣν ἔχων διατελεῖ πρός τε τὴν
βουλὴν καὶ τὸν δῆμον καὶ τοὺς στρατευομένους
Ἀθηναίων, ἐπαινέσαι δὲ καὶ τὸν κατεστη<μ>έν<ον> ἐπι-
μελητὴν Νεμόνεω Ἐλαιούσιον καὶ τὸν γραμματέα
Ἀρχέστρατον Εὐωνυμέα καὶ στεφανῶσαι ἑκάτερον
30 θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης
τῆς εἰς ἑαυτούς. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα
ἐν στήλαις λιθίναις δυεῖν καὶ στῆσαι τὴν μὲν
ἐν Ῥαμνοῦντι, ἐν τῶι ἱερῶι τῆς Ἀφροδίτης τῆς Ἡγεμό-
νης, τὴν δ’ ἐν τῶι Ἀφίδνωι· ἑλέσθαι δὲ τρεῖς ἄνδρα-
35 ς ἐξ ἑαυτῶν οἵτινες ἐπιμελήσονται τῆς ἀναθέ%⁸⁰%⁸⁰-
σεως· v οἵδε εἱρέθησαν Ἱέρ[ων Ὑβ]άδης, Νικίας Κηφι%⁸⁰%⁸⁰-
σιεύς, v Μικίων.
cit 1.38                [οἱ στρ]ατευ-
            [όμενοι τῶν πολ]ιτῶν
40                 [Νικόμαχον]
                [Παιανιέα].
cit 2.42 [τὸν]
[ἐπιμελητὴν]
[Νεμόνεω]
45 [Ἐλαιούσιον].
cit 3.46                                  [τὸν]
                               [γραμματέα]
                               [Ἀρχέστρατον]
                               [Εὐωνυμέα].
Search Help