[ ]
Att. — Rhamnous — 252/1 BC — PAE 1989.34,16
| 1 | [δ]ημόσια. |
| ἔ̣δοξεν τοῖς στρατευομένοις τῶν πολιτῶν ἐν Ῥ[α]- | |
| μνοῦντι, Θεοχάρης Χαιρίου Λευκονοεὺς εἶπεν· ἐπειδ̣[ὴ] | |
| Θούκριτος χειροτονηθεὶς ὑπὸ τοῦ δήμου στρατη[γὸς] | |
| 5 | ἐπὶ τὴν χώραν τὴν παραλίαν ἐπὶ Καλλιμήδου ἄρχο[ν]- |
| τος ἐπιμεμέληται τῆς τε φυλακῆς τοῦ φρουρίου | |
| καὶ τῶν στρατευομένων ἐν Ῥαμνοῦντι καλῶς καὶ [δι]- | |
| κ̣αίω[ς] κατὰ τὰ ψηφίσματα τοῦ δήμου καὶ κοινεῖ κα[ὶ ἰ]- | |
| δ̣ία[ι ἑκ]άστωι χρείαν παρεχόμενος διατετέλεκ[εν] | |
| 10 | [ἐ]π̣[ειδὰ]ν αὐτὸν παρακαλῶσιν· παρεσκεύασε δέ κ[αὶ] |
| σῖτον ἱκανὸν τεῖ φυλακεῖ πριάμενος ἐκ τῶν ἰδίω[ν], | |
| [ἀν]ατέθηκε καὶ συνέδριον πρὸς τοῖς στρατηγ[οῖς], | |
| [κα]τεσκεύακε δὲ καὶ πυλώριον καὶ πύλας ἐκ τῶν ἰδ̣[ίων] | |
| [ἀ]ποδεικνύμενος τὴν εὔνοιαν ἣν ἔχων διατελε[ῖ] | |
| 15 | [πρός τε] τὸν δῆμον καὶ πρὸς τοὺς στ̣[ρα]τευομένο[υς] |
| [τῶν] πολιτῶν· ἀγαθεῖ τύχει, δεδόχθαι τ[οῖ]ς στρατευομέν[οις] | |
| [τῶ]ν πολιτῶν Ῥαμνοῦντι ἐπαινέσαι Θούκριτον Ἀλκιμάχο[υ] | |
| [Μυ]ρρινούσιον καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν [νό]- | |
| μον ἀρετῆς ἕνεκα καὶ εὐνοίας ἣν ἔχων διατελεῖ πρός τε τὸν [δῆ]- | |
| 20 | μον καὶ πρὸς τοὺς στρατευομένους ἐν Ῥαμνοῦντι· ἀναθεῖνα[ι] |
| δὲ καὶ γράψαντας τὴν εἰκόνα αὐτοῦ ἐν πίνακι ἐν τῶι Νεμ[ε]- | |
| σίωι· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει λιθίνε[ι] | |
| καὶ στῆσαι πρὸς τεῖ πύλει· ἑλέσθαι δὲ τρεῖς ἄνδρας | |
| ἐ{ι}κ {²⁶ἐκ}²⁶ τῶν στρατιωτῶν οἵτινες ἐπιμελήσονται τῆς ἀ[να]- | |
| 25 | θέσεως τῆς στήλης καὶ τοῦ πίνακος· εἰς δὲ τὴν ἀναγρα- |
| φὴν καὶ τὴν στήλην καὶ τὸν πίνακα ὅ τι ἀνάλωμ̣[α] γέν[η]- | |
| ται λογισάσθωσαν οἱ αἱρεθέντες τοῖς στρατιώταις· | |
| [ο]ἵδε εἱρέθησαν· Θεοχάρης Χαιρίου Λευκονοεύς | |
| Δ̣η̣μ̣[όφι]λ̣ο̣ς̣ Φανοκράτου Ῥαμνούσιο[ς], | |
| 30 | Σωναύτης Τε̣ίσιδος Φαληρεύς. |
| 30a | {²in corona}² |
| 31 | Ἀθηναίων οἱ στρατευ- |
| όμενοι Ῥαμνοῦντι | |
| Θούκριτον Ἀλκιμάχου | |
| Μυρρινούσιον. |