[ ]
Att. — Rhamnous — ca. 212/11 BC — PAE 1986.13,1
1 | [ἔδ]οξεν τῶν παροίκων τοῖς τεταγμένοις ἐν Ῥαμνοῦντι, |
[Νι]κόμαχος Νίκωνος Αἰτωλὸς εἶπεν· ἐπειδὴ Λάχης χει- | |
[ρο]τονηθεὶς ὑπὸ τοῦ δήμου στρατηγὸς εἰς τὸν ἐνιαυτὸν τὸν | |
[ἐπὶ Ε]ὐάνδρου ἄρχοντος ἔν τε τοῖς λοιποῖς ἀνεστράφη καλῶς | |
5 | [καὶ ἀξί]ως τῆς προϋπαρχούσης αὐτῶι διὰ προγόνων πρὸς τὸν |
[δῆμ]ον εὐνοίας, ἐφρόντισεν δὲ καὶ τῶν παροίκων τῶν τετα- | |
[γμ]ένων ὑπ’ αὐτὸν ὅπως ἂν εὐτάκτως λειτουργοῦντες συνδ- | |
[ιασ]ώιζωσιν τῶι δήμωι̣ τὸ φρούριον, διετέλεσεν δὲ καὶ χρήσιμον | |
[ἑα]υτὸν παρασκευάζων κ̣αὶ [κοι]νεῖ καὶ ἰδίαι πᾶσιν ὅπως ἂν οὖν | |
10 | [ἐφ]άμιλλον εἶ τοῖς χειροτονηθεῖσι στρατηγοῖς φιλοτιμεῖ%⁸⁰- |
[σθ]α̣ι εἰς ἑαυτοὺς εἰδότας ὅτι χάριτας ἀξίας κομιοῦνται ὧ̣ν̣ | |
[ἂν ε]ὐεργετήσωσιν· ἀγαθεῖ τύχει δεδόχθαι τοῖς τεταγμέ- | |
[νοις] τῶν παροίκων ἐν Ῥαμνοῦντι ἐπαινέσαι τὸν στρατηγὸν | |
[Λάχητ]α Χ[α]ιρεπόλιδος Λ[ευκονοέ]α καὶ στεφανῶσαι αὐ- | |
15 | [τὸν χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκα] καὶ δικαιοσύν[ης] |
[τῆς εἰς τὸν δῆμον τὸν Ῥαμνουσίων καὶ εἰς ἑ]αυτούς· ἐπαινέ[σαι] | |
[δὲ καὶ τὸν τεταγμένον ἐφ’ ἑαυτῶν Ἀν]τίβ̣ιον Προβα[λί]- | |
[σιον καὶ στεφανῶσαι θαλλοῦ σ̣τ̣ε̣φ̣[άνωι — — — — — — —] |